Kitap 2
6.24
αὐτοὶ δὲ ὧδε διακείμενοι αἰσχυνθεῖεν ἄν, πρῶτον μὲν εἰ ὑπάρχοιεν πρὸς αὐτοὺς ἔχοντες οὕτως τινὲς οἵους ἔφαμεν εἶναι οὓς αἰσχύνονται. ἦσαν δʼ οὗτοι ἢ οἱ θαυμαζόμενοι ἢ θαυμάζοντες ἢ ὑφʼ ὧν βούλονται θαυμάζεσθαι, ἢ ὧν δέονταί τινα χρείαν ἧς μὴ τεύξονται ἄδοξοι ὄντες, καὶ οὗτοι ἢ ὁρῶντες (ὥσπερ Κυδίας περὶ τῆς Σάμου κληρουχίας ἐδημηγόρησεν· ἠξίου γὰρ ὑπολαβεῖντοὺς Ἀθηναίους περιεστάναι κύκλῳ τοὺς Ἕλληνας, ὡς ὁρῶντας καὶ μὴ μόνον ἀκουσομένους ἃ ἂν ψηφίσωνται), ἢ ἂν πλησίον ὦσιν οἱ τοιοῦτοι, ἢ μέλλωσιν αἰσθήσεσθαι· διὸ καὶ ὁρᾶσθαι ἀτυχοῦντες ὑπὸ τῶν ζηλούντων ποτὲ οὐ βούλονται· θαυμασταὶ γὰρ οἱ ζηλωταί.
6.25
καὶ ὅταν ἔχωσιν ἃ καταισχύνουσιν ἔργα καὶ πράγματα ἢ αὑτῶν ἢ προγόνων ἢ ἄλλων τινῶν πρὸς οὓς ὑπάρχει αὐτοῖς ἀγχιστεία τις. καὶ ὅλως ὑπὲρ ὧν αἰσχύνονται αὐτοί· εἰσὶ δʼ οὗτοι οἱ εἰρημένοι καὶ οἱ εἰς αὐτοὺς ἀναφερόμενοι, ἢ ὧν διδάσκαλοι ἢ σύμβουλοι γεγόνασιν, ἢ ἐὰν ὦσιν ἕτεροι ὅμοιοι πρὸς οὓς φιλοτιμοῦνται·
6.26
πολλὰ γὰρ αἰσχυνόμενοι διὰ τοὺς τοιούτους καὶ ποιοῦσι καὶ οὐ ποιοῦσιν.
6.27
καὶ μέλλοντες ὁρᾶσθαι καὶ ἐν φανερῷ ἀναστρέφεσθαι τοῖς συνειδόσιν αἰσχυντηλοὶ μᾶλλον εἰσίν· ὅθεν καὶ Ἀντιφῶν ὁ ποιητής, μέλλων ἀποτυμπανίζεσθαι ὑπὸ Διονυσίου, εἶπεν, ἰδὼν τοὺς συναποθνῄσκειν μέλλοντας ἐγκαλυπτομένους ὡς ᾔεσαν διὰ τῶν πυλῶν, τί ἐγκαλύπτεσθε; ἔφη· ἦ μὴ αὔριόν τις ὑμᾶς ἴδῃ τούτων;
6.27
περὶ μὲν οὖν αἰσχύνης ταῦτα· περὶ δὲ ἀναισχυντίας δῆλον ὡς ἐκ τῶν ἐναντίων εὐπορήσομεν.
7.1
τίσιν δὲ χάριν ἔχουσι καὶ ἐπὶ τίσιν καὶ πῶς αὐτοὶ ἔχοντες, ὁρισαμένοις τὴν χάριν δῆλον ἔσται.
7.2
ἔστω δὴ χάρις, καθʼ ἣν ὁ ἔχων λέγεται χάριν ἔχειν, ὑπουργία τῷ δεομένῳ μὴ ἀντί τινος, μηδʼ ἵνα τι αὐτῷ τῷ ὑπουργοῦντι ἀλλʼ ἵνα τι ἐκείνῳ· μεγάλη δὲ ἂν ᾖ σφόδρα δεόμενος, ἢ μεγάλων καὶ χαλεπῶν, ἢ ἐν καιροῖς τοιούτοις, ἢ μόνος ἢ πρῶτος ἢ μάλιστα.