Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 2

21.5 τούτων δʼ ἀνάγκη τὰς μὲν διὰ τὸ προεγνῶσθαι μηδὲν δεῖσθαι ἐπιλόγου, οἷον ἀνδρὶ δʼ ὑγιαίνειν ἄριστόν ἐστιν, ὥς γʼ ἐμὶν δοκεῖ (φαίνεται μὲν γὰρ τοῖς πολλοῖς οὕτω), τὰς δʼ ἅμα λεγομένας δήλας εἶναι ἐπιβλέψασιν, οἷον οὐδεὶς ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Eur. Tro. 1051
21.6 τῶν δὲ μετʼ ἐπιλόγου αἱ μὲν ἐνθυμήματος μέρος εἰσίν, ὥσπερ χρὴ δʼ οὔ ποθʼ ὅστις ἀρτίφρων, Eur. Med. 294 αἱ δʼ ἐνθυμηματικαὶ μέν, οὐκ ἐνθυμήματος δὲ μέρος· αἵπερ καὶ μάλιστʼ εὐδοκιμοῦσιν. εἰσὶν δʼ αὗται ἐν ὅσαις ἐμφαίνεται τοῦ λεγομένου τὸ αἴτιον, οἷον ἐν τῷ ἀθάνατον ὀργὴν μὴ φύλασσε θνητὸς ὤν· τὸ μὲν γὰρ φάναι μὴ δεῖν φυλάττειν γνώμη, τὸ δὲ προσκείμενον θνητὸν ὄντα τὸ διὰ τί. ὁμοίως δὲ καὶ θνατὰ χρὴ τὸν θνατόν, οὐκ ἀθάνατα τὸν θνατὸν φρονεῖν.
21.7 φανερὸν οὖν ἐκ τῶν εἰρημένων πόσα τε εἴδη γνώμης, καὶ περὶ ποῖον ἕκαστον ἁρμόττει· περὶ μὲν γὰρ τῶν ἀμφισβητουμένων ἢ παραδόξων μὴ ἄνευ ἐπιλόγου, ἀλλʼ ἢ προθέντα τὸν ἐπίλογον γνώμῃ χρῆσθαι τῷ συμπεράσματι (οἷον εἴ τις εἴποι ἐγὼ μὲν οὖν, ἐπειδὴ οὔτε φθονεῖσθαι δεῖ οὔτʼ ἀργὸν εἶναι, οὔ φημι χρῆναι παιδεύεσθαι), ἢ τοῦτο προειπόντα ἐπειπεῖν τὰ ἔμπροσθεν· περὶ δὲ τῶν μὴ παραδόξων ἀδήλων δὲ προστιθέντα τὸ διότι στρογγυλώτατα.
21.8 ἁρμόττει δʼ ἐν τοῖς τοιούτοις καὶ τὰ Λακωνικὰ ἀποφθέγματα καὶ τὰ αἰνιγματώδη, οἷον εἴ τις λέγει ὅπερ Στησίχορος ἐν Λοκροῖς εἶπεν, ὅτι οὐ δεῖ ὑβριστὰς εἶναι, ὅπως μὴ οἱ τέττιγες χαμόθεν ᾄδωσιν.
21.9 ἁρμόττει δὲ γνωμολογεῖν ἡλικίᾳ μὲν πρεσβυτέρων, περὶ δὲ τούτων ὧν ἔμπειρός τίς ἐστιν, ὥστε τὸ μὲν μὴ τηλικοῦτον ὄντα γνωμολογεῖν ἀπρεπὲς ὥσπερ καὶ τὸ μυθολογεῖν, περὶ δὲ ὧν ἄπειρος, ἠλίθιον καὶ ἀπαίδευτον. σημεῖον δὲ ἱκανόν· οἱ γὰρ ἀγροῖκοι μάλιστα γνωμοτύποι εἰσὶ καὶ ῥᾳδίως ἀποφαίνονται.
21.10 καθόλου δὲ μὴ ὄντος καθόλου εἰπεῖν μάλιστα ἁρμόττει ἐν σχετλιασμῷ καὶ δεινώσει, καὶ ἐν τούτοις ἢ ἀρχόμενον ἢ ἀποδείξαντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi