Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 2

23.1 ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων· δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει, οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν· τὸ γὰρ ἀκολασταίνειν βλαβερόν. ἢ ὡς ἐν τῷ Μεσσηνιακῷ· εἰ γὰρ ὁ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι. εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν οὐδʼ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά, προσῆκον εἶναι τῷδʼ ὀφείλεσθαι χάριν. ἀλλʼ εἴ περ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον, ἄπιστʼ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς. Eur. fr. 396
23.2 ἄλλος ἐκ τῶν ὁμοίων πτώσεων· ὁμοίως γὰρ δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν, οἷον ὅτι τὸ δίκαιον οὐ πᾶν ἀγαθόν· καὶ γὰρ ἂν τὸ δικαίως, νῦν δʼ οὐχ αἱρετὸν τὸ δικαίως ἀποθανεῖν.
23.3 ἄλλος ἐκ τῶν πρὸς ἄλληλα· εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς ἢ δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς ὁ τελώνης Διομέδων περὶ τῶν τελῶν, εἰ γὰρ μηδʼ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδʼ ἡμῖν τὸ ὠνεῖσθαι. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς ἢ δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δʼ ἐν τούτῳ παραλογίσασθαι· εἰ γὰρ δικαίως ἔπαθέν τι, δικαίως πέπονθεν, ἀλλʼ ἴσως οὐχ ὑπὸ σοῦ· διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος ὁ παθὼν παθεῖν καὶ ὁ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει· ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτου μητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν; φησὶ δὲ ἀποκρινόμενος ἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν· ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιν τὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν. καὶ ἡ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα· ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi