Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 2

23.4 ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷον εἰ μηδʼ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι· τοῦτο γάρ ἐστιν εἰ ᾧ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδʼ ᾧ ἧττον. τὸ δʼ ὅτι τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦ εἰ τὸ ἧττον ὑπάρχον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει· τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν ἢ τοὺς πλησίον· ἢ δὴ οὕτως γε ἢ εἰ ᾧ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, ἢ εἰ ᾧ ἧττον ὑπάρχει ὑπάρχει, ὁπότερον δεῖ δεῖξαι, εἴθʼ ὅτι ὑπάρχει εἴθʼ ὅτι οὔ.
23.5 ἔτι εἰ μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηται καὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ· Οἰνεὺς δʼ ἄρʼ οὐχὶ τὸν Ἑλλάδος κλεινὸν ἀπολέσας γόνον; καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ μηδʼ οἱ Τυνδαρίδαι, οὐδʼ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ, καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδʼ ἄλλοι τεχνῖται φαῦλοι, οὐδʼ οἱ φιλόσοφοι. καὶ εἰ μηδʼ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδʼ οἱ σοφισταί. καὶ ὅτι εἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων.
23.6 ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτι εἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν· ποιήσαντι δʼ ἆρʼ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δʼ ἀφαιρεῖσθε. καὶ πάλιν πρὸς τὸ Θηβαίους διιέναι Φίλιππον εἰς τὴν Ἀττικήν, ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν· ἄτοπον οὖν εἰ διότι προεῖτο καὶ ἐπίστευσεν μὴ διήσουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi