Kitap 3
9.4
δεῖ δὲ τὴν περίοδον †καὶ τῇ διανοία† τετελειῶσθαι, καὶ μὴ διακόπτεσθαι ὥσπερ τὰ Σοφοκλέους ἰαμβεῖα, Καλυδὼνμὲν ἥδε γαῖα· Πελοπίας χθονός· Eur. fr. 515 τοὐναντίον γὰρ ἔστιν ὑπολαβεῖν τῷ διαιρεῖσθαι, ὥσπερ καὶ ἐπὶ τοῦ εἰρημένου τὴν Καλυδῶνα εἶναι τῆς Πελοποννήσου.
9.5
περίοδος δὲ ἡ μὲν ἐν κώλοις ἡ δʼ ἀφελής. ἔστιν δʼ ἐν κώλοις μὲν λέξις ἡ τετελειωμένη τε καὶ διῃρημένη καὶ εὐανάπνευστος, μὴ ἐν τῇ διαιρέσει †ὥσπερ καὶ ἡ περίοδος,† ἀλλʼ ὅλη (κῶλον δʼ ἐστὶν τὸ ἕτερον μόριον ταύτης)· ἀφελῆ δὲ λέγω τὴν μονόκωλον.
9.6
δεῖ δὲ καὶ τὰ κῶλα καὶ τὰς περιόδους μήτε μυούρους εἶναι μήτε μακράς. τὸ μὲν γὰρ μικρὸν προσπταίειν πολλάκις ποιεῖ τὸν ἀκροατήν (ἀνάγκη γὰρ ὅταν, ἔτι ὁρμῶν ἐπὶ τὸ πόρρω καὶ τὸ μέτρον οὗ ἔχει ἐν ἑαυτῷ ὅρον, ἀντισπασθῇ παυσαμένου, οἷον πρόσπταισιν γίγνεσθαι διὰ τὴν ἀντίκρουσιν)· τὰ δὲ μακρὰ ἀπολείπεσθαι ποιεῖ, ὥσπερ οἱ ἐξωτέρω ἀποκάμπτοντες τοῦ τέρματος· ἀπολείπουσι γὰρ καὶ οὗτοι τοὺς συμπεριπατοῦντας, ὁμοίως δὲ καὶ αἱ περίοδοι αἱ μακραὶ οὖσαι λόγος γίνεται καὶ ἀναβολῇ ὅμοιον, ὥστε γίνεται ὃ ἔσκωψεν Δημόκριτος ὁ Χῖος εἰς Μελανιππίδην ποιήσαντα ἀντὶ τῶν ἀντιστρόφων ἀναβολάς οἷ τʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων, ἡ δὲ μακρὰ ἀναβολὴ τῷ ποιήσαντι κακίστη· Hes. WD 265 ἁρμόττει γὰρ τὸ τοιοῦτον καὶ εἰς τὰς μακροκώλους λέγειν. αἵ τε λίαν βραχύκωλοι οὐ περίοδος γίνεται· προπετῆ οὖν ἄγει τὸν ἀκροατήν.