Kitap 3
17.4
ἐν δὲ τοῖς δημηγορικοῖς ἢ ὡς οὐκ ἔσται ἀμφισβητήσειεν ἄν τις, ἢ ὡς ἔσται μὲν ποιοῦσιν ἃ κελεύει, ἀλλʼ οὐ δίκαια ἢ οὐκ ὠφέλιμα ἢ οὐ τηλικαῦτα. δεῖ δὲ καὶ ὁρᾶν εἴ τι ψεύδεται ἐκτὸς τοῦ πράγματος· τεκμήρια γὰρ ταῦτα φαίνεται καὶ τῶν ἄλλων ὅτι ψεύδεται.
17.5
ἔστιν δὲ τὰ μὲν παραδείγματα δημηγορικώτερα, τὰ δʼ ἐνθυμήματα δικανικώτερα· ἡ μὲν γὰρ περὶ τὸ μέλλον, ὥστʼ ἐκ τῶν γενομένων ἀνάγκη παραδείγματα λέγειν, ἡ δὲ περὶ ὄντων ἢ μὴ ὄντων, οὗ μᾶλλον ἀπόδειξίς ἐστι καὶ ἀνάγκη· ἔχει γὰρ τὸ γεγονὸς ἀνάγκην.
17.6
οὐ δεῖ δὲ ἐφεξῆς λέγειν τὰ ἐνθυμήματα, ἀλλʼ ἀναμιγνύναι· εἰ δὲ μή, καταβλάπτει ἄλληλα. ἔστιν γὰρ καὶ τοῦ ποσοῦ ὅρος. ὦ φίλʼ, ἐπεὶ τόσα εἶπες ὅσʼ ἂν πεπνυμένος ἀνήρ, Hom. Od. 4.204 ἀλλʼ οὐ τοιαῦτα.
17.7
καὶ μὴ περὶ πάντων ἐνθυμήματα ζητεῖ· εἰ δὲ μή, ποιήσεις ὅπερ ἔνιοι ποιοῦσι τῶν φιλοσοφούντων, οἳ συλλογίζονται τὰ γνωριμώτερα καὶ πιστότερα ἢ ἐξ ὧν λέγουσιν.
17.8
καὶ ὅταν πάθος ποιῇς, μὴ λέγε ἐνθύμημα (ἢ γὰρ ἐκκρούσει τὸ πάθος ἢ μάτην εἰρημένον ἔσται τὸ ἐνθύμημα· ἐκκρούουσι γὰρ αἱ κινήσεις ἀλλήλας αἱ ἅμα, καὶ ἢ ἀφανίζουσιν ἢ ἀσθενεῖς ποιοῦοιν), οὐδʼ ὅταν ἠθικὸν τὸν λόγον, οὐ δεῖ ἐνθύμημά τι ζητεῖν ἅμα· οὐ γὰρ ἔχει οὔτε ἦθος οὔτε προαίρεσιν ἡ ἀπόδειξις.
17.9
γνώμαις δὲ χρηστέον καὶ ἐν διηγήσει καὶ ἐν πίστει· ἠθικὸν γὰρ καὶ ἐγὼ δέδωκα, καὶ ταῦτʼ εἰδὼς ὡς οὐ δεῖ πιστεύειν· ἐὰν δὲ παθητικῶς, καὶ οὐ μεταμέλει μοι καίπερ ἠδικημένῳ· τούτῳ μὲν γὰρ περίεστιν τὸ κέρδος, ἐμοὶ δὲ τὸ δίκαιον.
17.10
τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον, ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρής (ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐκ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ), καὶ ὁ νόμος ὑπόθεσις ἐν τοῖς δικανικοῖς· ἔχοντα δὲ ἀρχὴν ῥᾷον εὑρεῖν ἀπόδειξιν. καὶ οὐκ ἔχει πολλὰς διατριβάς, οἷον πρὸς ἀντίδικον ἢ περὶ αὑτοῦ, ἢ παθητικὸν ποιεῖν, ἀλλʼ ἥκιστα πάντων, ἐὰν μὴ ἐξιστῇ. δεῖ οὖν ἀποροῦντα τοῦτο ποιεῖν ὅπερ οἱ Ἀθήνησι ῥήτορες ποιοῦσι καὶ Ἰσοκράτης· καὶ γὰρ συμβουλεύων κατηγορεῖ, οἷον Λακεδαιμονίων μὲν ἐν τῷ πανηγυρικῷ, Χάρητος δʼ ἐν τῷ συμμαχικῷ.