Thesauros Edebiyat Felsefe Ῥητορική

Ῥητορική

Ῥητορική Aristotle

Kitap 3

19.2 τὸ δὲ μετὰ τοῦτο, δεδειγμένων ἤδη, αὔξειν ἐστὶν κατὰ φύσιν ἢ ταπεινοῦν· δεῖ γὰρ τὰ πεπραγμένα ὁμολογεῖσθαι, εἰ μέλλει τὸ ποσὸν ἐρεῖν· καὶ γὰρ ἡ τῶν σωμάτων αὔξησις ἐκ προϋπαρχόντων ἐστίν. ὅθεν δὲ δεῖ αὔξειν καὶ ταπεινοῦν ἔκκεινται οἱ τόποι πρότερον.
19.3 μετὰ δὲ ταῦτα, δήλων ὄντων καὶ οἷα καὶ ἡλίκα, εἰς τὰ πάθη ἄγειν τὸν ἀκροατήν. ταῦτα δʼ ἐστὶν ἔλεος καὶ δείνωσις καὶ ὀργὴ καὶ μίσος καὶ φθόνος καὶ ζῆλος καὶ ἔρις. εἴρηνται δὲ καὶ τούτων οἱ τόποι πρότερον,
19.4 ὥστε λοιπὸν ἀναμνῆσαι τὰ προειρημένα. τοῦτο δὲ ἁρμόττει ποιεῖν οὐχ ὥσπερ φασὶν ἐν τοῖς προοιμίοις, οὐκ ὀρθῶς λέγοντες. ἵνα γὰρ εὐμαθὴς ᾖ, κελεύουσι πολλάκις εἰπεῖν. ἐκεῖ μὲν οὖν δεῖ τὸ πρᾶγμα εἰπεῖν, ἵνα μὴ λανθάνῃ περὶ οὗ ἡ κρίσις, ἐνταῦθα δὲ διʼ ὧν δέδεικται, κεφαλαιωδῶς.
19.5 ἀρχὴ δὲ διότι ἃ ὑπέσχετο ἀποδέδωκεν, ὥστε ἅ τε καὶ διʼ ὃ λεκτέον. λέγεται δὲ ἐξ ἀντιπαραβολῆς τοῦ ἐναντίου. παραβάλλειν δὲ ἢ ὅσα περὶ τὸ αὐτὸ ἄμφω εἶπον, ἢ μὴ καταντικρύ (ἀλλʼ οὗτος μὲν τάδε περὶ τούτου, ἐγὼ δὲ ταδί, καὶ διὰ ταῦτα), ἢ ἐξ εἰρωνείας (οἷον οὗτος γὰρ τάδʼ εἶπεν, ἐγὼ δὲ ταδί, καὶ τὶ ἂν ἐποίει, εἰ τάδε ἔδειξεν, ἀλλὰ μὴ ταδί), ἢ ἐξ ἐρωτήσεως (τί οὖν δέδεικται; ἢ οὗτος τί ἔδειξεν;). ἢ δὴ οὕτως ἢ ἐκ παραβολῆς ἢ κατὰ φύσιν ὡς ἐλέχθη, οὕτως τὰ αὐτοῦ, καὶ πάλιν, ἐὰν βούλῃ, χωρὶς τὰ τοῦ ἐναντίου λόγου.
19.6 τελευτὴ δὲ τῆς λέξεως ἁρμόττει ἡ ἀσύνδετος, ὅπως ἐπίλογος ἀλλὰ μὴ λόγος ᾖ· εἴρηκα, ἀκηκόατε, ἔχετε, κρίνατε.
← Önceki 39 / 39

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi