Thesauros Edebiyat Felsefe Χαρακτῆρες

Χαρακτῆρες

Χαρακτῆρες Theophrastus
20.5 καὶ τὸ παιδίον τῆς τίτθης ἀφελόμενος, μασώμενος σιτίζειν αὐτὸς καὶ ὑποκορίζεσθαι ποππύζων καὶ πανουργιῶν τοῦ πάππου καλῶν.
20.6 καὶ ἐσθίων δὲ ἅμα διηγεῖσθαι, ὡς ἐλλέβορον πιὼν ἄνω καὶ κάτω καθαρθείη καὶ ζωμοῦ τοῦ παρακειμένου ἐν τοῖς ὑποχωρήμασιν αὑτῷ μελαντέρα εἴη ἡ χολή.
20.7 καὶ ἐρωτῆσαι δὲ δεινὸς ἐναντίον τῶν οἰκείων· Εἴπʼ ὦ μάμμη, ὅτʼ ὤδινες καὶ ἔτικτές με, τίς ἡμέρα;
20.8 καὶ ὑπὲρ αὐτῆς δὲ λέγειν ὡς ἡδύ ἐστι, καὶ ἀμφότερα δὲ οὐκ ἔχοντα οὐ ῥᾴδιον ἄνθρωπον λαβεῖν.
20.9 καὶ ὅτι ψυχρὸν ὕδωρ ἐστὶ παρʼ αὑτῷ λακκαῖον· καὶ ὡς κῆπος λάχανα πολλὰ ἔχων καὶ ἁπαλά [ὥστε εἶναι ψυχρόν]· καὶ μάγειρος εὖ τὸ ὄψον σκευάζων· καὶ ὅτι ἡ οἰκία αὐτοῦ πανδοκεῖόν ἐστι· μεστὴ γάρ ἐστι· καὶ τοὺς φίλους αὐτοῦ εἶναι τὸν τετρημένον πίθον· εὖ ποιῶν γὰρ αὐτοὺς οὐ δύνασθαι ἐμπλῆσαι.
20.10 καὶ ξενίζων δὲ δεῖξαι τὸν παράσιτον αὐτοῦ, ποῖός τίς ἐστι, τῷ συνδειπνοῦντι· καὶ παρακαλῶν δὲ ἐπὶ τοῦ ποτηρίου εἰπεῖν, ὅτι τὸ τέρψον τοὺς παρόντας παρεσκεύασται, καὶ ὅτι αὐτήν, ἐὰν κελεύσωσιν, ὁ παῖς μέτεισι παρὰ τοῦ πορνοβοσκοῦ ἤδη, ὅπως πάντες ὑπʼ αὐτῆς αὐλώμεθα καὶ εὐφραινώμεθα.

Μικροφιλοτιμίας ΚΑʼ

21.1 ἡ δὲ μικροφιλοτιμία δόξει εἶναι ὄρεξις τιμῆς ἀνελεύθερος, ὁ δὲ μικροφιλότιμος τοιοῦτός τις,
21.2 οἷος σπουδάσαι ἐπὶ δεῖπνον κληθεὶς παρʼ αὐτὸν τὸν καλέσαντα κατακείμενος δειπνῆσαι.
21.3 καὶ τὸν υἱὸν ἀποκεῖραι ἀγαγὼν εἰς Δελφούς.
21.4 καὶ ἐπιμεληθῆναι δέ, ὅπως αὑτῷ ὁ ἀκόλουθος Αἰθίοψ ἔσται.
21.5 καὶ ἀποδιδοὺς μνᾶν ἀργυρίου καινὸν ποιῆσαι ἀποδοῦναι.
21.6 καὶ κολοιῷ δὲ ἔνδον τρεφομένῳ δεινὸς κλιμάκιον πρίασθαι καὶ ἀσπίδιον χαλκοῦν ποιῆσαι, ὃ ἔχων ἐπὶ τοῦ κλιμακίου ὁ κολοιὸς πηδήσεται.
21.7 καὶ βοῦν θύσας τὸ προμετωπίδιον ἀπαντικρὺ τῆς εἰσόδου προσπατταλῶσαι, στέμμασι μεγάλοις περιδήσας, ὅπως οἱ εἰσιόντες ἴδωσιν, ὅτι βοῦν ἔθυσε.
21.8 καὶ πομπεύσας μετὰ τῶν ἱππέων τὰ μὲν ἄλλα πάντα δοῦναι τῷ παιδὶ ἀπενεγκεῖν οἴκαδε, ἀναβαλόμενος δὲ θοἰμάτιον ἐν τοῖς μύωψι κατὰ τὴν ἀγορὰν περιπατεῖν.
21.9 καὶ κυναρίου δὲ Μελιταίου τελευτήσαντος αὐτῷ μνῆμα ποιῆσαι καὶ στηλίδιον ποιήσας ἐπιγράψαι κλάδος Μελιταῖος.
21.10 καὶ ἀναθεὶς δακτύλιον χαλκοῦν ἐν τῷ Ἀσκληπιείῳ τοῦτον ἐκτρίβειν στεφανοῦν ἀλείφειν ὁσημέραι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi