1.5
καὶ πρὸς τοὺς δανειζομένους καὶ ἐρανίζοντας ὡς οὐ πωλεῖ, καὶ μὴ πωλῶν φῆσαι πωλεῖν· καὶ ἀκούσας τι μὴ προσποιεῖσθαι, καὶ ἰδὼν φῆσαι μὴ ἑορακέναι, καὶ ὁμολογήσας μὴ μεμνῆσθαι· καὶ τὰ μὲν σκέψασθαι φάσκειν, τὰ δὲ οὐκ εἰδέναι, τὰ δὲ θαυμάζειν, τὰ δʼ ἤδη ποτὲ καὶ αὐτὸς οὕτως διαλογίσασθαι. καὶ τὸ ὅλον δεινὸς τῷ τοιούτῳ τρόπῳ τοῦ λόγου χρῆσθαι·
1.6
οὐ πιστεύω, οὐχ ὑπολαμβάνω, ἐκπλήττομαι καὶ λέγεις αὐτὸν ἕτερον γεγονέναι· καὶ μὴν οὐ ταῦτα πρὸς ἐμὲ διεξῄειʼ, παράδοξόν μοι τὸ πρᾶγμα, ἄλλῳ τινὶ λέγε, ὅπως δὲ σοὶ ἀπιστήσω ἢ ἐκείνου καταγνῶ, ἀποροῦμαι, ἀλλʼ ὅρα, μὴ σὺ θᾶττον πιστεύεις.
1.7
τοιαύτας φωνὰς καὶ πλοκὰς καὶ παλιλλογίας εὑρεῖν ἐστι τῶν εἰρώνων. τὰ δὴ τῶν ἠθῶν μὴ ἁπλᾶ, ἀλλʼ ἐπίβουλα, φυλάττεσθαι μᾶλλον δεῖ ἢ τοὺς ἔχεις.
κολακείας Βʼ
2.1
τὴν δὲ κολακείαν ὑπολάβοι ἄν τις ὁμιλίαν αἰσχρὰν εἶναι, συμφέρουσαν δὲ τῷ κολακεύοντι, τὸν δὲ κόλακα τοιοῦτόν τινα, ὥστε ἅμα πορευόμενον εἰπεῖν·
2.2
ἐνθυμῇ, ὡς ἀποβλέπουσι πρὸς δὲ οἱ ἄνθρωποι; τοῦτο δὲ οὐθενὶ τῶν ἐν τῇ πόλει γίγνεται πλὴν σοί. ηὐδοκίμεις χθὲς ἐν τῇ στοᾷ· πλειόνων γὰρ ἢ τριάκοντα ἀνθρώπων καθημένων καὶ ἐμπεσόντος λόγου, τίς εἴη βέλτιστος, ἀπʼ αὐτοῦ ἀρξαμένους πάντας ἐπὶ τὸ ὄνομα αὐτοῦ κατενεχθῆναι.
2.3
καὶ ἄλλα τοιαῦτα λέγων ἀπὸ τοῦ ἱματίου ἀφελεῖν κροκύδα, καὶ ἐάν τι πρὸς τὸ τρίχωμα τῆς κεφαλῆς ὑπὸ πνεύματος προσενεχθῇ ἄχυρον, καρφολογῆσαι. καὶ ἐπιγελάσας δὲ εἰπεῖν· ὁρᾶς; ὅτι δυοῖν σοι ἡμερῶν οὐκ ἐντετύχηκα, πολιῶν ἔσχηκας τὸν πώγωνα μεστόν, καίπερ εἴ τις καὶ ἄλλος ἔχεις πρὸς τὰ ἔτη μέλαιναν τὴν τρίχα.
2.4
καὶ λέγοντος δὲ αὐτοῦ τι τοὺς ἄλλους σιωπᾶν κελεῦσαι, καὶ ἐπαινέσαι δὲ ἀκούοντος, καὶ ἐπισημήνασθαι δέ, εἰ παύσαιτο, ὀρθῶς, καὶ σκώψαντι ψυχρῶς ἐπιγελάσαι τό τε ἱμάτιον ὦσαι εἰς τὸ στόμα ὡς δὴ οὐ δυνάμενος κατασχεῖν τὸν γέλωτα.
2.5
καὶ τοὺς ἀπαντῶντας ἐπιστῆναι κελεῦσαι, ἕως ἂν αὐτὸς παρέλθῃ.
2.6
καὶ τοῖς παιδίοις μῆλα καὶ ἀπίους πριάμενος εἰσενέγκας δοῦναι ὁρῶντος αὐτοῦ, καὶ φιλήσας δὲ εἰπεῖν· χρηστοῦ πατρὸς νεοττία.
2.7
καὶ συνωνούμενος ἐπικρηπῖδας τὸν πόδα φῆσαι εἶναι εὐρυθμότερον τοῦ ὑποδήματος.