Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

12.21 ἔδει δὲ μόνον μένοντα ἡσυχίαν καλεῖν αὐτὸ καὶ ἐλευθερίαν καὶ ὅμοιον τοῖς θεοῖς ἡγεῖσθαι αὑτόν, μετὰ πολλῶν δʼ ὄντα μὴ ὄχλον καλεῖν μηδὲ θόρυβον μηδʼ ἀηδίαν, ἀλλʼ ἑορτὴν καὶ πανήγυριν καὶ οὕτως πάντα εὐαρέστως δέχεσθαι. τίς οὖν ἡ κόλασις τοῖς οὐ προσδεχομένοις;
12.22 τὸ οὕτως ἔχειν ὡς ἔχουσιν. δυσαρεστεῖ τις τῷ μόνος εἶναι; ἔστω ἐν ἐρημίᾳ. δυσαρεστεῖ τις τοῖς γονεῦσιν; ἔστω κακὸς υἱὸς καὶ πενθείτω. δυσαρεστεῖ τοῖς τέκνοις;
12.23 ἔστω κακὸς πατήρ. βάλε αὐτὸν εἰς φυλακήν. ποίαν φυλακήν; ὅπου νῦν ἐστιν. ἄκων γάρ ἐστιν· ὅπου δέ τις ἄκων ἐστίν, ἐκεῖνο φυλακὴ αὐτῷ ἐστιν. καθὸ καὶ Σωκράτης οὐκ ἦν ἐν φυλακῇ, ἑκὼν γὰρ ἦν.
12.24 σκέλος οὖν μοι γενέσθαι πεπηρωμένον. ἀνδράποδον, εἶτα διʼ ἓν σκελύδριον τῷ κόσμῳ ἐγκαλεῖς; οὐκ ἐπιδώσεις αὐτὸ τοῖς ὅλοις; οὐκ ἀποστήσῃ; οὐ χαίρων παραχωρήσεις τῷ δεδωκότι;
12.25 ἀγανακτήσεις δὲ καὶ δυσαρεστήσεις τοῖς ὑπὸ τοῦ Διὸς διατεταγμένοις, ἃ ἐκεῖνος μετὰ τῶν Μοιρῶν παρουσῶν καὶ ἐπικλωθουσῶν σου τὴν γένεσιν ὥρισεν καὶ διέταξεν;
12.26 οὐκ οἶσθας, ἡλίκον μέρος πρὸς τὰ ὅλα; τοῦτο δὲ κατὰ τὸ σῶμα, ὡς κατά γε τὸν λόγον οὐδὲν χείρων τῶν θεῶν οὐδὲ μικρότερος· λόγου γὰρ μέγεθος οὐ μήκει οὐδʼ ὕψει κρίνεται, ἀλλὰ δόγμασιν.
12.27 οὐ θέλεις οὖν, καθʼ ἃ ἴσος εἶ τοῖς θεοῖς, ἐκεῖ που τίθεσθαι τὸ ἀγαθόν;
12.28 τάλας ἐγώ, τὸν πατέρα ἔχω τοιοῦτον καὶ τὴν μητέρα. τί οὖν; ἐδίδοτό σοι προελθόντι ἐκλέξασθαι καὶ εἰπεῖν ὁ δεῖνα τῇ δεῖνι συνελθέτω τῇδε τῇ ὥρᾳ, ἵνα ἐγὼ γένωμαι;
12.29 οὐκ ἐδίδοτο. ἀλλʼ ἔδει προυποστῆναί σου τοὺς γονεῖς, εἶτα οὕτως γεννηθῆναι. ἐκ ποίων τινῶν;
12.30 ἐκ τοιούτων, ὁποῖοι ἦσαν. τί οὖν; τοιούτων αὐτῶν ὄντων οὐδεμία σοι δίδοται μηχανή; εἶτʼ εἰ μὲν τὴν ὁρατικὴν δύναμιν ἠγνόεις πρὸς τί κέκτησαι, δυστυχὴς ἂν ἦς καὶ ἄθλιος, εἰ κατέμυες, προσαγόντων σοι τῶν χρωμάτων· ὅτι δὲ μεγαλοψυχίαν ἔχων καὶ γενναιότητα πρὸς ἕκαστα τούτων ἀγνοεῖς, οὐ δυστυχέστερος εἶ καὶ ἀθλιώτερος; προσάγεταί σοι τὰ κατάλληλα τῇ δυνάμει ἣν ἔχεις·
12.31 σὺ δʼ αὐτὴν τότε μάλιστα ἀποστρέφεις, ὁπότε ἠνοιγμένην καὶ βλέπουσαν ἔχειν ἔδει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi