Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

12.32 οὐ μᾶλλον εὐχαριστεῖς τοῖς θεοῖς, ὅτι σε ἐπάνω τούτων ἀφῆκαν ὅσα μηδʼ ἐποίησαν ἐπὶ σοί, μόνον δʼ ὑπεύθυνον ἀπέφηναν τῶν ἐπὶ σοί; γονέων ἕνεκα ἀνυπεύθυνον ἀφῆκαν·
12.33 ἀδελφῶν ἕνεκα ἀφῆκαν, σώματος ἕνεκα ἀφῆκαν, κτήσεως, θανάτου, ζωῆς.
12.34 τίνος οὖν ὑπεύθυνόν σε ἐποίησαν; τοῦ μόνου ὄντος ἐπὶ σοί, χρήσεως οἵας δεῖ φαντασιῶν.
12.35 τί οὖν ἐπισπᾷς σεαυτῷ ταῦτα ὧν ἀνυπεύθυνος εἶ; τοῦτό ἐστιν ἑαυτῷ παρέχειν πράγματα.

πῶς ἕκαστα ἔστιν ποιεῖν ἀρεστῶς θεοῖς.

13.1 πυθομένου δέ τινος, πῶς ἔστιν ἐσθίειν ἀρεστῶς θεοῖς, Εἰ δικαίως ἔστιν, ἔφη, καὶ εὐγνωμόνως καὶ ἴσως ἐγκρατῶς καὶ κοσμίως, οὐκ ἔστι καὶ ἀρεστῶς τοῖς θεοῖς;
13.2 ὅταν δὲ θερμὸν αἰτήσαντός σου μὴ ὑπακούσῃ ὁ παῖς ἢ ὑπακούσας χλιαρώτερον ἐνέγκῃ ἢ μηδʼ εὑρεθῇ ἐν τῇ οἰκίᾳ, τὸ μὴ χαλεπαίνειν μηδὲ ῥήγνυσθαι οὐκ ἔστιν ἀρεστὸν τοῖς θεοῖς;
13.3 — πῶς οὖν τις ἀνάσχηται τῶν τοιούτων; — ἀνδράποδον, οὐκ ἀνέξῃ τοῦ ἀδελφοῦ τοῦ σαυτοῦ, ὃς ἔχει τὸν Δία πρόγονον, ὥσπερ υἱὸς ἐκ τῶν αὐτῶν σπερμάτων γέγονεν καὶ τῆς αὐτῆς ἄνωθεν καταβολῆς,
13.4 ἀλλʼ εἰ ἔν τινι τοιαύτῃ χώρᾳ κατετάγης ὑπερεχούσῃ, εὐθὺς τύραννον καταστήσεις σεαυτόν; οὐ μεμνήσῃ τί εἶ καὶ τίνων ἄρχεις; ὅτι συγγενῶν, ὅτι ἀδελφῶν φύσει, ὅτι τοῦ Διὸς ἀπογόνων;
13.5 — ἀλλʼ ὠνὴν αὐτῶν ἔχω, ἐκεῖνοι δʼ ἐμοῦ οὐκ ἔχουσιν. — ὁρᾷς ποῦ βλέπεις; ὅτι εἰς τὴν γῆν, ὅτι εἰς τὸ βάραθρον, ὅτι εἰς τοὺς ταλαιπώρους τούτους νόμους τοὺς τῶν νεκρῶν, εἰς δὲ τοὺς τῶν θεῶν οὐ βλέπεις;

ὅτι πάντας ἐφορᾷ τὸ θεῖον.

14.1 πυθομένου δέ τινος, πῶς ἄν τις πεισθείη, ὅτι ἕκαστον τῶν ὑπʼ αὐτοῦ πραττομένων ἐφορᾶται ὑπὸ τοῦ θεοῦ, Οὐ δοκεῖ σοι, ἔφη, ἡνῶσθαι τὰ πάντα;
14.2 — δοκεῖ, ἔφη. — τί δέ; συμπαθεῖν τὰ ἐπίγεια τοῖς οὐρανίοις οὐ δοκεῖ σοι;
14.3 — δοκεῖ, ἔφη. — πόθεν γὰρ οὕτω τεταγμένως καθάπερ ἐκ προστάγματος τοῦ θεοῦ, ὅταν ἐκεῖνος εἴπῃ τοῖς φυτοῖς ἀνθεῖν, ἀνθεῖ, ὅταν εἴπῃ βλαστάνειν, βλαστάνει, ὅταν ἐκφέρειν τὸν καρπόν, ἐκφέρει, ὅταν πεπαίνειν, πεπαίνει, ὅταν πάλιν ἀποβάλλειν καὶ φυλλορροεῖν καὶ αὐτὰ εἰς αὑτὰ συνειλούμενα ἐφʼ ἡσυχίας μένειν καὶ ἀναπαύεσθαι, μένει καὶ ἀναπαύεται;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi