Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

1.28 διὰ τοῦτο γὰρ Ἀγριππῖνος τί ἔλεγεν; ὅτι ἐγὼ ἐμαυτῷ ἐμπόδιος οὐ γίνομαι. ἀπηγγέλη αὐτῷ ὅτι κρίνῃ ἐν συγκλήτῳ. —
1.29 ἀγαθῇ τύχῃ. ἀλλὰ ἦλθεν ἡ πέμπτη (ταύτῃ δʼ εἰώθει γυμνασάμενος ψυχρολουτρεῖν)·
1.30 ἀπέλθωμεν καὶ γυμνασθῶμεν. γυμνασαμένῳ λέγει τις, αὐτῷ ἐλθὼν ὅτι Κατακέκρισαι. — φυγῇ,, φησίν, ἢ θανάτῳ; — φυγῇ. — τὰ ὑπάρχοντα τί; — οὐκ ἀφῃρέθη. — εἰς Ἀρίκειαν οὖν ἀπελθόντες ἀριστήσωμεν.
1.31 — τοῦτʼ ἔστι μεμελετηκέναι ἃ δεῖ μελετᾶν, ὄρεξιν ἔκκλισιν ἀκώλυτα ἀπερίπτωτα παρεσκευακέναι. ἀποθανεῖν με δεῖ.
1.32 εἰ ἤδη, ἀποθνῄσκω· κἂν μετʼ ὀλίγον, νῦν ἀριστῶ τῆς ὥρας ἐλθούσης, εἶτα τότε τεθνήξομαι. πῶς; ὡς προσήκει τὸν τὰ ἀλλότρια ἀποδιδόντα.

πῶς ἄν τις σῴζοι τὸ κατὰ πρόσωπον ἐν παντί.

2.1 τῷ λογικῷ ζῴῳ μόνον ἀφόρητόν ἐστι τὸ ἄλογον, τὸ δʼ εὔλογον φορητόν.
2.2 πληγαὶ οὐκ εἰσὶν ἀφόρητοι τῇ φύσει. — τίνα τρόπον; — ὅρα πῶς· Λακεδαιμόνιοι μαστιγοῦνται μαθόντες ὅτι εὔλογόν ἐστιν.
2.3 — τὸ δʼ ἀπάγξασθαι οὐκ ἔστιν ἀφόρητον; — ὅταν γοῦν πάθῃ τις ὅτι εὔλογον, ἀπελθὼν ἀπήγξατο.
2.4 ἁπλῶς ἐὰν προσέχωμεν, ὑπʼ οὐδενὸς οὕτως εὑρήσομεν τὸ ζῷον θλιβόμενον ὡς ὑπὸ τοῦ ἀλόγου καὶ πάλιν ἐπʼ οὐδὲν οὕτως ἑλκόμενον ὡς ἐπὶ τὸ εὔλογον.
2.5 ἄλλῳ δʼ ἄλλο προσπίπτει τὸ εὔλογον καὶ ἄλογον, καθάπερ καὶ ἀγαθὸν καὶ κακὸν ἄλλο ἄλλῳ καὶ συμφέρον καὶ ἀσύμφορον.
2.6 διὰ τοῦτο μάλιστα παιδείας δεόμεθα, ὥστε μαθεῖν τοῦ εὐλόγου καὶ ἀλόγου πρόληψιν ταῖς ἐπὶ μέρους οὐσίαις ἐφαρμόζειν συμφώνως τῇ φύσει.
2.7 εἰς δὲ τὴν τοῦ εὐλόγου καὶ ἀλόγου κρίσιν οὐ μόνον ταῖς τῶν ἐκτὸς ἀξίαις συγχρώμεθα, ἀλλὰ καὶ τῶν κατὰ τὸ πρόσωπον ἑαυτοῦ ἕκαστος.
2.8 τῷ μὲν γάρ τινι εὔλογον τὸ ἀμίδα παρακρατεῖν αὐτὸ μόνον βλέποντι, ὅτι μὴ παρακρατήσας μὲν πληγὰς λήψεται καὶ τροφὰς οὐ λήψεται, παρακρατήσας δʼ οὐ πείσεταί τι τραχὺ ἢ ἀνιαρόν·
2.9 ἄλλῳ δέ τινι οὐ μόνον τὸ αὐτὸν παρακρατῆσαι ἀφόρητον δοκεῖ, ἀλλὰ καὶ τὸ ἄλλου παρακρατοῦντος ἀνασχέσθαι.
2.10 ἂν οὖν μου πυνθάνῃ παρακρατήσω τὴν ἀμίδα ἢ μή;, ἐρῶ σοι ὅτι μείζονα ἀξίαν ἔχει τὸ λαβεῖν τροφὰς τοῦ μὴ λαβεῖν καὶ μείζονα ἀπαξίαν τὸ δαρῆναι τοῦ μὴ δαρῆναι· ὥστʼ εἰ τούτοις παραμετρεῖς τὰ σαυτοῦ, ἀπελθὼν παρακράτει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi