Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 1

18.18 τί οὖν; ἔδει νὴ τοὺς θεοὺς μελετᾶν ἐπὶ τῶν μικρῶν καὶ ἀπʼ ἐκείνων ἀρχομένους διαβαίνειν ἐπὶ τὰ μείζω.
18.19 κεφαλὴν ἀλγῶ. οἴμοι μὴ λέγε. ὠτίον ἀλγῶ. οἴμοι μὴ λέγε. καὶ οὐ λέγω ὅτι οὐ δέδοται στενάξαι, ἀλλὰ ἔσωθεν μὴ στενάξῃς. μηδʼ ἂν βραδέως τὸν ἐπίδεσμον ὁ παῖς φέρῃ, κραύγαζε καὶ σπῶ καὶ λέγε πάντες με μισοῦσιν. τίς γὰρ μὴ μισήσῃ τὸν τοιοῦτον;
18.20 τούτοις τὸ λοιπὸν πεποιθὼς τοῖς δόγμασιν ὀρθὸς περιπάτει, ἐλεύθερος, οὐχὶ τῷ μεγέθει πεποιθὼς τοῦ σώματος ὥσπερ ἀθλητής· οὐ γὰρ ὡς ὄνον ἀήττητον εἶναι.
18.21 τίς οὖν ὁ ἀήττητος; ὃν οὐκ ἐξίστησιν οὐδὲν τῶν ἀπροαιρέτων. εἶτα λοιπὸν ἑκάστην τῶν περιστάσεων ἐπερχόμενος καταμανθάνω ὡς ἐπὶ τοῦ ἀθλητοῦ. οὗτος ἐξεβίασε τὸν πρῶτον κλῆρον. τί οὖν τὸν δεύτερον; τί δʼ ἂν καῦμα ᾖ;
18.22 τί δʼ ἐν Ὀλυμπίᾳ; καὶ ἐνταῦθα ὡσαύτως. ἂν ἀργυρίδιον προβάλῃς, καταφρονήσει. τί οὖν ἂν κορασίδιον; τί οὖν ἂν ἐν σκότῳ; τί οὖν ἂν δοξάριον; τί οὖν ἂν λοιδορίαν; τί οὖν ἂν ἔπαινον; τί δʼ ἂν θάνατον;
18.23 δύναται ταῦτα πάντα νικῆσαι. τί οὖν ἂν καῦμα ᾖ, τοῦτό ἐστι· τί, ἂν οἰνωμένος ᾖ; τί ἂν μελαγχολῶν; τί ἐν ὕπνοις; οὗτός μοί ἐστιν ὁ ἀνίκητος ἀθλητής.

πῶς ἔχειν δεῖ πρὸς τοὺς τυράννους.

19.1 ὅτι ἄν τινι προσῇ τι πλεονέκτημα ἢ δοκῇ γε προσεῖναι μὴ προσόν, τοῦτον πᾶσα ἀνάγκη, ἐὰν ἀπαίδευτος ᾖ, πεφυσῆσθαι διʼ αὐτό.
19.2 εὐθὺς ὁ τύραννος λέγει ἐγώ εἰμι ὁ πάντων κράτιστος. καὶ τί μοι δύνασαι παρασχεῖν; ὄρεξίν μοι δύνασαι περιποιῆσαι ἀκώλυτον; πόθεν σοι; σὺ γὰρ ἔχεις; ἔκκλισιν ἀπερίπτωτον; σὺ γὰρ ἔχεις; ὁρμὴν ἀναμάρτητον;
19.3 καὶ ποῦ σοι μέτεστιν; ἄγε, ἐν νηὶ δὲ σαυτῷ θαρρεῖς ἢ τῷ εἰδότι; ἐπὶ δʼ ἅρματος τίνι ἢ τῷ εἰδότι;
19.4 τί δʼ ἐν ταῖς ἄλλαις τέχναις; ὡσαύτως. τί οὖν δύνασαι; πάντες με θεραπεύουσιν. καὶ γὰρ ἐγὼ τὸ πινάκιον θεραπεύω καὶ πλύνω αὐτὸ καὶ ἐκμάσσω καὶ τῆς ληκύθου ἕνεκα πάσσαλον πήσσω. τί οὖν; ταῦτά μου κρείττονά ἐστιν; οὔ· ἀλλὰ χρείαν μοι παρέχει τινά. ταύτης οὖν ἕνεκα θεραπεύω αὐτά. τί δέ; τὸν ὄνον οὐ θεραπεύω;
19.5 οὐ νίπτω αὐτοῦ τοὺς πόδας; οὐ περικαθαίρω; οὐκ οἶδας ὅτι πᾶς ἄνθρωπος ἑαυτὸν θεραπεύει, σὲ δʼ οὕτως ὡς τὸν ὄνον; ἐπεὶ τίς σε θεραπεύει ὡς ἄνθρωπον; δείκνυε.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi