Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

13.14 διὰ τοῦτο Ζήνων μὲν Ἀντιγόνῳ μέλλων ἐντυγχάνειν οὐκ ἠγωνία· ἃ γὰρ οὗτος ἐθαύμαζεν, τούτων οὐδενὸς εἶχεν ἐκεῖνος ἐξουσίαν, ὧν δʼ εἶχεν ἐκεῖνος οὐκ ἐπεστρέφετο οὗτος·
13.15 Ἀντίγονος δὲ Ζήνωνι μέλλων ἐντυγχάνειν ἠγωνία, καὶ εἰκότως· ἤθελε γὰρ ἀρέσκειν αὐτῷ, τοῦτο δʼ ἔξω ἔκειτο· οὗτος δʼ ἐκείνῳ οὐκ ἤθελεν, οὐδὲ γὰρ ἄλλος τις τεχνίτης τῷ ἀτέχνῳ.
13.16 ἐγώ σοι ἀρέσαι θέλω; ἀντὶ τίνος; οἶδας γὰρ τὰ μέτρα, καθʼ ἃ κρίνεται ἄνθρωπος ὑπʼ ἀνθρώπου; μεμέλετηκέ σοι γνῶναι, τί ἐστιν ἀγαθὸς ἄνθρωπος καὶ τί κακὸς καὶ πῶς ἑκάτερον γίγνεται; διὰ τί οὖν σὺ αὐτὸς ἀγαθὸς οὐκ εἶ;
13.17 — πῶς, φησίν, οὐκ εἰμί; — ὅτι οὐδεὶς ἀγαθὸς πενθεῖ οὐδὲ στενάζει, οὐδεὶς οἰμώζει, οὐδεὶς ὠχριᾷ καὶ τρέμει οὐδὲ λέγει πῶς μʼ ἀποδέξεται, πῶς μου ἀκούσει;
13.18 ἀνδράποδον, ὡς ἂν αὐτῷ δοκῇ. τί οὖν σοὶ μέλει περὶ τῶν ἀλλοτρίων; νῦν οὐκ ἐκείνου ἁμάρτημά ἐστι τὸ κακῶς ἀποδέξασθαι τὰ παρὰ σοῦ; — πῶς γὰρ οὔ; — δύναται δʼ ἄλλου μὲν εἶναι ἁμάρτημα, ἄλλου δὲ κακόν; — οὔ. — τί οὖν ἀγωνιᾷς ὑπὲρ τῶν ἀλλοτρίων;
13.19 — ναί· ἀλλʼ ἀγωνιῶ, πῶς ἐγὼ αὐτῷ λαλήσω. — εἶτʼ οὐκ ἔξεστι γὰρ ὡς θέλεις αὐτῷ λαλῆσαι; — ἀλλὰ δέδοικα μὴ ἐκκρουσθῶ.
13.20 — μή τι γράφειν μέλλων τὸ Δίωνος ὄνομα δέδοικας μὴ ἐκκρουσθῇς; — οὐδαμῶς. — τί τὸ αἴτιον; οὐχ ὅτι μεμελέτηκας γράφειν; — πῶς γὰρ οὔ; — τί δʼ; ἀναγιγνώσκειν μέλλων οὐχ ὡσαύτως ἂν εἶχες; — ὡσαύτως. — τί τὸ αἴτιον; ὅτι πᾶσα τέχνη ἰσχυρόν τι ἔχει καὶ θαρραλέον ἐν τοῖς ἑαυτῆς.
13.21 λαλεῖν οὖν οὐ μεμελέτηκας; καὶ τί ἄλλο ἐμελέτας ἐν τῇ σχολῇ; — συλλογισμοὺς καὶ μεταπίπτοντας. — ἐπὶ τί; οὐχ ὥστε ἐμπείρως διαλέγεσθαι; τὸ δʼ ἐμπείρως ἐστὶν οὐχὶ εὐκαίρως καὶ ἀσφαλῶς καὶ συνετῶς, ἔτι δʼ ἀπταίστως καὶ ἀπαραποδίστως, ἐπὶ πᾶσι δὲ τούτοις τεθαρρηκότως; — ναί.
13.22 — ἱππεὺς οὖν ὢν εἰς πεδίον ἐληλυθὼς πρὸς πεζὸν ἀγωνιᾶς, ὅπου σὺ μεμελέτηκας, ἐκεῖνος δʼ ἀμελέτητός ἐστιν; — ναί· ἀλλὰ ἐξουσίαν ἔχει ἀποκτεῖναί με.
13.23 — λέγε οὖν τὰ ἀληθῆ, δύστηνε, καὶ μὴ ἀλαζονεύου μηδὲ φιλόσοφος εἶναι ἀξίου μηδὲ ἀγνόει σου τοὺς κυρίους, ἀλλὰ μέχρις ἂν ἔχῃς ταύτην τὴν λαβὴν τὴν ἀπὸ τοῦ σώματος, ἀκολούθει παντὶ τῷ ἰσχυροτέρῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi