Kitap 2
13.24
λέγειν δὲ Σωκράτης ἐμελέτα ὁ πρὸς τοὺς τυράννους οὕτως διαλεγόμενος, ὁ πρὸς τοὺς δικαστάς, ὁ ἐν τῷ δεσμωτηρίῳ. λέγειν Διογένης μεμελετήκει ὁ πρὸς Ἀλέξανδρον οὕτως λαλῶν, ὁ πρὸς Φίλιππον, ὁ πρὸς τοὺς πειρατάς, ὁ πρὸς τὸν ὠνησάμενον αὐτόν
13.25
(25, 26) ἐκείνοις, οἷς μεμέλετηκεν, τοῖς θαρροῦσι· σὺ δʼ ἐπὶ τὰ σαυτοῦ βάδιζε καὶ ἐκείνων ἀποστῇς μηδέποτε· εἰς τὴν γωνίαν ἀπελθὼν κάθησο καὶ πλέκε συλλογισμοὺς καὶ ἄλλῳ πρότεινε·
13.27
οὐκ ἔστι δʼ ἐν σοὶ πόλεος ἡγεμὼν ἀνήρ.
πρὸς Νάσωνα.
14.1
εἰσελθόντος τινὸς τῶν Ῥωμαικῶν μετὰ υἱοῦ καὶ ἐπακούοντος ἑνὸς ἀναγνώσματος Οὗτος, ἔφη, ὁ τρόπος ἐστὶ τῆς διδασκαλίας καὶ ἀπεσιώπησεν.
14.2
ἀξιοῦντος δʼ ἐκείνου εὑρεῖν τὰ ἑξῆς Κόπον ἔχει, ἔφη, πᾶσα τέχνη τῷ ἰδιώτῃ καὶ ἀπείρῳ αὐτῆς, ὅταν παραδιδῶται.
14.3
καὶ τὰ μὲν ἀπὸ τῶν τεχνῶν γινόμενα τήν τε χρείαν εὐθὺς ἐνδείκνυται πρὸς ὃ γέγονεν καὶ τὰ πλεῖστα αὐτῶν ἔχει τι καὶ ἀγωγὸν καὶ ἐπίχαρι.
14.4
καὶ γὰρ σκυτεὺς πῶς μὲν μανθάνει τις παρεῖναι καὶ παρακολουθεῖν ἀτερπές, τὸ δʼ ὑπόδημα χρήσιμον καὶ ἰδεῖν ἄλλως οὐκ ἀηδές.
14.5
καὶ τέκτονος ἡ μὲν μάθησις ἀνιαρὰ μάλιστα τῷ ἰδιώτῃ παρατυγχάνοντι, τὸ δʼ ἔργον ἐπιδείκνυσι τὴν χρείαν τῆς τέχνης.
14.6
πολὺ δὲ μᾶλλον ἐπὶ μουσικῆς ὄψει αὐτό· ἂν γὰρ παρῇς τῷ διδασκομένῳ, φανεῖταί σοι πάντων ἀτερπέστατον τὸ μάθημα, τὰ μέντοι ἀπὸ τῆς μουσικῆς ἡδέα καὶ ἐπιτερπῆ τοῖς ἰδιώταις ἀκούειν.
14.7
καὶ ἐνταῦθα τὸ μὲν ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα, ὅτι δεῖ τὴν αὑτοῦ βούλησιν συναρμόσαι τοῖς γινομένοις, ὡς μήτε τι τῶν γινομένων ἀκόντων ἡμῶν γίνεσθαι μήτε τῶν μὴ γινομένων θελόντων ἡμῶν μὴ γίνεσθαι.
14.8
ἐξ οὗ περίεστι τοῖς συστησαμένοις αὐτὸ ἐν ὀρέξει μὴ ἀποτυγχάνειν, ἐν ἐκκλίσει δὲ μὴ περιπίπτειν, ἀλύπως, ἀφόβως, ἀταράχως διεξάγειν καθʼ αὑτὸν μετὰ τῶν κοινωνῶν τηροῦντα τὰς σχέσεις τάς τε φυσικὰς καὶ ἐπιθέτους, τὸν υἱόν, τὸν πατέρα, τὸν ἀδελφόν, τὸν πολίτην, τὸν ἄνδρα, τὴν γυναῖκα, τὸν γείτονα, τὸν σύνοδον, τὸν ἄρχοντα, τὸν ἀρχόμενον.
14.9
τὸ ἔργον τοῦ φιλοσοφοῦντος τοιοῦτόν τι φανταζόμεθα. λοιπὸν ἐφεξῆς τούτῳ ζητοῦμεν, πῶς ἔσται τοῦτο.