Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 2

16.6 τί οὖν θέλεις; ἐπαινεθῆναι ὑπὸ τῶν παρόντων. πρὸς μὲν οὖν τὸ δύνασθαι μελετᾶν ἤσκηται, πρὸς ἔπαινον δὲ καὶ ψόγον οὐκ ἤσκηται.
16.7 πότε γὰρ ἤκουσεν παρά τινος, τί ἐστιν ἔπαινος, τί ἐστι ψόγος, τίς ἑκατέρου φύσις; τοὺς ποίους τῶν ἐπαίνων διωκτέον ἢ τοὺς ποίους τῶν ψόγων φευκτέον; πότε δʼ ἐμελέτησεν ταύτην τὴν μελέτην ἀκόλουθον τούτοις τοῖς λόγοις;
16.8 τί οὖν ἔτι θαυμάζεις, εἰ, ὅπου μὲν ἔμαθεν, ἐκεῖ διαφέρει τῶν ἄλλων, ὅπου δʼ οὐ μεμελέτηκεν, ἐκεῖ τοῖς πολλοῖς ὁ αὐτός ἐστιν;
16.9 ὡς ὁ κιθαρῳδὸς οἶδεν κιθαρίζειν, ᾁδει καλῶς, στατὸν ἔχει καλὸν καὶ ὅμως εἰσερχόμενος τρέμει· ταῦτα γὰρ οἶδεν, ὄχλος δὲ τί ἐστιν οὐκ οἶδεν οὐδʼ ὄχλου βοὴ οὐδὲ κατάγελως.
16.10 ἀλλʼ οὐδʼ αὐτὸ τὸ ἀγωνιᾶν τί ἐστιν οἶδεν, πότερον ἡμέτερον ἔργον ἐστὶν ἢ ἀλλότριον, ἔστιν αὐτὸ παῦσαι ἢ οὐκ ἔστιν. διὰ τοῦτο ἐὰν μὲν ἐπαινεθῇ, φυσηθεὶς ἐξῆλθεν· ἐὰν δὲ καταγελασθῇ, τὸ φυσημάτιον ἐκεῖνο ἐκεντήθη καὶ προσεκάθισεν.
16.11 τοιοῦτόν τι καὶ ἡμεῖς πάσχομεν. τίνα θαυμάζομεν; τὰ ἐκτός. περὶ τίνα σπουδάζομεν; περὶ τὰ ἐκτός. εἶτʼ ἀποροῦμεν, πῶς φοβούμεθα ἢ πῶς ἀγωνιῶμεν;
16.12 τί οὖν ἐνδέχεται, ὅταν τὰ ἐπιφερόμενα κακὰ ἡγώμεθα; οὐ δυνάμεθα μὴ φοβεῖσθαι, οὐ δυνάμεθα μὴ ἀγωνιᾶν.
16.13 εἶτα λέγομεν κύριε ὁ θεός, πῶς μὴ ἀγωνιῶ; μωρέ, χεῖρας οὐκ ἔχεις; οὐκ ἐποίησέν σοι αὐτὰς ὁ θεός; εὔχου νῦν καθήμενος, ὅπως αἱ μύξαι σου μὴ ῥέωσιν· ἀπόμυξαι μᾶλλον καὶ μὴ ἐγκάλει.
16.14 τί οὖν; ἐνταῦθά σοι οὐδὲν δέδωκεν; οὐ δέδωκέ σοι καρτερίαν, οὐ δέδωκέ σοι μεγαλοψυχίαν, οὐ δέδωκεν ἀνδρείαν; τηλικαύτας ἔχων χεῖρας ἔτι ζητεῖς τὸν ἀπομύξοντα;
16.15 ἀλλʼ οὐδὲ μελετῶμεν ταῦτα οὐδʼ ἐπιστρεφόμεθα. ἐπεὶ δότε μοι ἕνα, ᾧ μέλει πῶς τι ποιήσῃ, ὃς ἐπιστρέφεται οὐ τοῦ τυχεῖν τινος, ἀλλὰ τῆς ἐνεργείας τῆς αὑτοῦ· τίς περιπατῶν τῆς ἐνεργείας τῆς αὑτοῦ ἐπιστρέφεται; τίς βουλευόμενος αὐτῆς τῆς βουλῆς, οὐχὶ δὲ τοῦ τυχεῖν ἐκείνου περὶ οὗ βουλεύεται;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi