Kitap 2
20.27
εἶτα οἱ λέγοντες ταῦτα γαμοῦσι καὶ παιδοποιοῦνται καὶ πολιτεύονται καὶ ἱερεῖς καθιστᾶσιν αὑτοὺς καὶ προφήτας. τίνων; τῶν οὐκ ὄντων· καὶ τὴν Πυθίαν ἀνακρίνουσιν αὐτοί, ἵνα τὰ ψευδῆ πύθωνται, καὶ ἄλλοις τοὺς χρησμοὺς ἐξηγοῦνται. ὦ μεγάλης ἀναισχυντίας καὶ γοητείας.
20.28
ἄνθρωπε, τί ποιεῖς; αὐτὸς σεαυτὸν ἐξελέγχεις καθʼ ἡμέραν καὶ οὐ θέλεις ἀφεῖναι τὰ ψυχρὰ ταῦτα ἐπιχειρήματα; ἐσθίων ποῦ φέρεις τὴν χεῖρα; εἰς τὸ στόμα ἢ εἰς τὸν ὀφθαλμόν; λουόμενος ποῦ ἐμβαίνεις; πότε τὴν χύτραν εἶπες λουπάδα ἢ τὴν τορύνην ὀβελίσκον;
20.29
εἴ τινος αὐτῶν δοῦλος ἤμην, εἰ καὶ ἔδει με καθʼ ἡμέραν ὑπʼ αὐτοῦ ἐκδέρεσθαι, ἐγὼ ἂν αὐτὸν ἐστρέβλουν. βάλε ἐλάδιον, παιδάριον, εἰς τὸ βαλανεῖον. ἔβαλον ἂν γάριον καὶ ἀπελθὼν κατὰ τῆς κεφαλῆς αὐτοῦ κατέχεον. τί τοῦτο; φαντασία μοι ἐγένετο ἐλαίου ἀδιάκριτος, ὁμοιοτάτη, νὴ τὴν σὴν τύχην.
20.30
δὸς ὧδε τὴν πτισάνην. ἤνεγκα ἂν αὐτῷ γεμίσας παροψίδα ὀξογάρου. οὐκ ᾔτησα τὴν πτισάνην; ναὶ κύριε· τοῦτο πτισάνη ἐστίν. τοῦτο οὐκ ἔστιν ὀξόγαρον; τί μᾶλλον ἢ πτισάνη; λάβε καὶ ὀσφράνθητι, λάβε καὶ γεῦσαι. πόθεν οὖν οἶδας, εἰ αἱ αἰσθήσεις ἡμᾶς ψεύδονται;
20.31
τρεῖς, τέσσαρας τῶν συνδούλων εἰ ἔσχον ὁμονοοῦντας, ἀπάγξασθαι ἂν αὐτὸν ἐποίησα ῥηγνύμενον ἢ μεταθέσθαι. νῦν δʼ ἐντρυφῶσιν ἡμῖν τοῖς μὲν παρὰ τῆς φύσεως διδομένοις πᾶσι χρώμενοι, λόγῳ δʼ αὐτὰ ἀναιροῦντες.
20.32
εὐχάριστοί γʼ ἄνθρωποι καὶ αἰδήμονες. εἰ μηδὲν ἄλλο καθʼ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν ὅτι οὐκ οἴδαμεν, εἰ ἔστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων·
20.33
ἵνα μὴ λέγω, ὅτι νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἄστρων καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρʼ ἀνθρώπων συνεργείας ὑπʼ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν εἰς βαλανεῖον.
20.34
τί δʼ ἐροῦσι καὶ περὶ τίνων ἢ πρὸς τίνας καὶ τί ἔσται αὐτοῖς ἐκ τῶν λόγων τούτων, οὐδὲ κατὰ βραχὺ πεφροντίκασι· μή τι νέος εὐγενὴς ἀκούσας τῶν λόγων τούτων πάθῃ τι ὑπʼ αὐτῶν ἢ καὶ παθὼν πάντʼ ἀπολέσῃ τὰ τῆς εὐγενείας σπέρματα·