Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 3

1.10 ἐντεῦθεν οὐκέτι ἔχω σοι πῶς εἴπω· ἄν τε γὰρ λέγω ἃ φρονῶ, ἀνιάσω σε καὶ ἐξελθὼν τάχα οὐδʼ εἰσελεύσῃ· ἄν τε μὴ λέγω, ὅρα οἷον ποιήσω, εἰ σὺ μὲν ἔρχῃ πρὸς ἐμὲ ὠφεληθησόμενος, ἐργὼ δʼ οὐκ ὠφελήσω σʼ οὐδέν, καὶ σὺ μὲν ὡς πρὸς φιλόσοφον, ἐγὼ δʼ οὐδὲν ἐρῶ σοι ὡς φιλόσοφος.
1.11 πῶς δὲ καὶ ὠμόν ἐστι πρὸς αὐτόν σε τὸ περιιδεῖν ἀνεπανόρθωτον ἄν ποθʼ ὕστερον φρένας σχῇς, εὐλόγως μοι ἐγκαλέσεις·
1.12 τί εἶδεν ἐν ἐμοὶ ὁ Ἐπίκτητος, ἵνα βλέπων με τοιοῦτον εἰσερχόμενον πρὸς αὐτὸν οὕτως αἰσχρῶς ἔχοντα περιίδῃ καὶ μηδέποτε μηδὲ ῥῆμα εἴπῃ;
1.13 οὕτως μου ἀπέγνω; νέος οὐκ ἤμην; οὐκ ἤμην λόγου ἀκουστικός; πόσοι δʼ ἄλλοι νέοι ἐφʼ ἡλικίας πολλὰ τοιαῦτα διαμαρτάνουσιν;
1.14 τινά ποτʼ ἀκούω Πολέμωνα ἐξ ἀκολαστοτάτου νεανίσκου τοσαύτην μεταβολὴν μεταβαλεῖν. ἔστω, οὐκ ᾤετό με Πολέμωνα ἔσεσθαι· τὴν μὲν κόμην ἠδύνατό μου διορθῶσαι, τὰ μὲν περιάμματά μου περιελεῖν, ψιλούμενόν με παῦσαι ἠδύνατο, ἀλλὰ βλέπων με — τίνος εἴπω; — σχῆμα ἔχοντα ἐσιώπα.
1.15 ἐγὼ οὐ λέγω, τίνος ἐστὶ τὸ σχῆμα τοῦτο· σὺ δʼ αὐτὸ ἐρεῖς τόθʼ, ὅταν εἰς σαυτὸν ἔλθῃς, καὶ γνώσει, οἷόν ἐστι καὶ τίνες αὐτὸ ἐπιτηδεύουσι.
1.16 τοῦτό μοι ὕστερον ἂν ἐγκαλῇς, τί ἕξω ἀπολογήσασθαι; ναί· ἀλλʼ ἐρῶ καὶ οὐ πεισθήσεται. τῷ γὰρ Ἀπόλλωνι ἐπείσθη ὁ Λάιος; οὐκ ἀπελθὼν καὶ μεθυσθεὶς χαίρειν εἶπεν τῷ χρησμῷ; τί οὖν; παρὰ τοῦτο οὐκ εἶπεν αὐτῷ ὁ Ἀπόλλων τὰς ἀληθείας;
1.17 καίτοι ἐγὼ μὲν οὐκ οἶδα οὔτʼ εἰ πεισθήσῃ μοι οὔτʼ εἰ μή· ἐκεῖνος δʼ ἀκριβέστατα ᾔδει, ὅτι οὐ πεισθήσεται, καὶ ὅμως εἶπεν.
1.18 — διὰ τί δʼ εἶπεν; — διὰ τί δὲ Ἀπόλλων ἐστίν; διὰ τί δὲ χρησμῳδεῖ; διὰ τί δʼ εἰς ταύτην τὴν χώραν ἑαυτὸν κατατέταχεν, ὥστε μάντις εἶναι καὶ πηγὴ τῆς ἀληθείας καὶ πρὸς αὐτὸν ἔρχεσθαι τοὺς ἐκ τῆς οἰκουμένης; διὰ τί δὲ προγέγραπται τὸ γνῶθι σαυτὸν μηδενὸς αὐτὸ νοοῦντος;
1.19 Σωκράτης πάντας ἔπειθε τοὺς προσιό ντας ἐπιμελεῖσθαι ἑαυτῶν; οὐδὲ τὸ χιλιοστὸν μέρος. ἀλλʼ ὅμως ἐπειδὴ εἰς ταύτην τὴν τάξιν ὑπὸ τοῦ δαιμονίου, ὥς φησιν αὐτός, κατετάχθη, μηκέτι ἐξέλιπεν. ἀλλὰ καὶ πρὸς τοὺς δικαστὰς τί λέγει;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi