Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

1.91 οὕτως ποιοῦσι καὶ τῶν ὁδοιπόρων οἱ ἀσφαλέστεροι. ἀκήκοεν ὅτι λῃστεύεται ἡ ὁδός· μόνος οὐ τολμᾷ καθεῖναι, ἀλλὰ περιέμεινεν συνοδίαν ἢ πρεσβευτοῦ ἢ ταμίου ἢ ἀνθυπάτου καὶ προσκατατάξας ἑαυτὸν παρέρχεται ἀσφαλῶς.
1.92 οὕτως καὶ ἐν τῷ κόσμῳ ποιεῖ ὁ φρόνιμος. πολλὰ λῃστήρια, τύραννοι, χειμῶνες, ἀπορίαι, ἀποβολαὶ τῶν φιλτάτων.
1.93 ποῦ τις καταφύγῃ; πῶς ἀλῄστευτος παρέλθῃ; ποίαν συνοδίαν περιμείνας ἀσφαλῶς διέλθῃ; τίνι προσκατατάξας ἑαυτόν;
1.94 τῷ δεῖνι, τῷ πλουσίῳ, τῷ ὑπατικῷ. καὶ τί μοι ὄφελος; αὐτὸς ἐκδύεται, οἰμώζει, πενθεῖ. τί δʼ, ἂν ὁ συνοδοιπόρος αὐτὸς ἐπʼ ἐμὲ στραφεὶς λῃστής μου γένηται;
1.95 τί ποιήσω; φίλος ἔσομαι Καίσαρος· ἐκείνου με ὄντα ἑταῖρον οὐδεὶς ἀδικήσει. πρῶτον μέν, ἵνα γένωμαι, πρόσα με δεῖ τλῆναι καὶ παθεῖν, ποσάκις καὶ ὑπὸ πόσων λῃστευθῆναι· εἶτα ἐὰν γένωμαι, καὶ οὗτος θνητός ἐστιν καὶ οὗτος θνητός.
1.96 ἂν δʼ αὐτὸς ἔκ τινος περιστάσεως ἐχθρός μου γένηται, ἀναχωρῆσαί πού ποτε κρεῖσσον;
1.97 εἰς ἐρημίαν; ἄγε, ἐκεῖ πυρετὸς οὐκ ἔρχεται; τί οὖν γένηται; οὐκ ἔστιν εὑρεῖν ἀσφαλῆ σύνοδον, πιστόν, ἰσχυρόν, ἀνεπιβούλευτον;
1.98 οὕτως ἐφίστησιν καὶ ἐννοεῖ, ὅτι, ἐὰν τῷ θεῷ προσκατατάξῃ ἑαυτόν, διελεύσεται ἀσφαλῶς.
1.99 πῶς λέγεις προσκατατάξαι;— ἵνʼ, ὃ ἂν ἐκεῖνος θέλῃ, καὶ αὐτὸς θέλῃ καί, ὃ ἂν ἐκεῖνος μὴ θέλῃ, τοῦτο μηδʼ αὐτὸς θέλῃ.
1.100 — πῶς οὖν τοῦτο γένηται; — πῶς γὰρ ἄλλως ἢ ἐπισκεψαμένῳ τὰς ὁρμὰς τοῦ θεοῦ καὶ τὴν διοίκησιν; τί μοι δέδωκεν ἐμὸν καὶ αὐτεξούσιον, τί αὑτῷ κατέλειπεν; τὰ προαιρετικά μοι δέδωκεν, ἐπʼ ἐμοὶ πεποίηκεν, ἀνεμπόδιστα, ἀκώλυτα. τὸ σῶμα τὸ πήλινον πῶς ἐδύνατο ἀκώλυτον ποιῆσαι; ὑπέταξεν οὖν τῇ τῶν ὅλων περιόδῳ, τὴν κτῆσιν, τὰ σκεύη, τὴν οἰκίαν, τὰ τέκνα, τὴν γυναῖκα.
1.101 τί οὖν θεομαχῶ; τί θέλω τὰ μὴ θελητά, τὰ μὴ δοθέντα μοι ἐξ ἅπαντος ἔχειν; ἀλλὰ πῶς; ὡς δέδοται καὶ ἐφʼ ὅσον δύναται. ἀλλʼ ὁ δοὺς ἀφαιρεῖται. τί οὖν ἀντιτείνω; οὐ λέγω, ὅτι ἠλίθιος ἔσομαι τὸν ἰσχυρότερον βιαζόμενος, ἀλλʼ ἔτι πρότερον ἄδικος.
1.102 πόθεν γὰρ ἔχων αὐτὰ ἦλθον; ὁ πατήρ μου αὐτὰ ἔδωκεν. ἐκείνῳ δὲ τίς; τὸν ἥλιον δὲ τίς πεποίηκε, τοὺς καρποὺς δὲ τίς, τὰς δʼ ὥρας τίς, τὴν δὲ πρὸς ἀλλήλους συμπλοκὴν καὶ κοινωνίαν τίς;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi