Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

1.132 ἀλλὰ τί λέγεις, φιλόσοφε; καλεῖ σε ὁ τύραννος ἐροῦντά τι ὧν οὐ πρέπει σοι. λέγεις ἢ οὐ λέγεις; εἰπέ μοι. — ἄφες σκέψωμαι. — νῦν σκέψῃ; ὅτε δʼ ἐν τῇ σχολῇ ἦς, τί ἐσκέπτου; οὐκ ἐμελέτας, τίνα ἐστὶ τὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ τίνα οὐδέτερα; — Ἐσκεπτόμην. — τίνα οὖν ἤρεσκεν ὑμῖν;
1.133 — τὰ δίκαια καὶ καλὰ ἀγαθὰ εἶναι, τὰ ἄδικα καὶ αἰσχρὰ κακά. — μή τι τὸ ζῆν ἀγαθόν; — οὔ. — μή τι τὸ ἀποθανεῖν κακόν; — οὔ. — μή τι φυλακή; — οὔ. — λόγος δʼ ἀγεννὴς καὶ ἄπιστος καὶ φίλου προδοσία καὶ κολακεία τυράννου τί ὑμῖν ἐφαίνετο;
1.134 — κακά. — τί οὖν; οὐχὶ σκέπτῃ, οὐχὶ δʼ ἔσκεψαι καὶ βεβούλευσαι. ποία γὰρ σκέψις, εἰ καθήκει μοὶ δυναμένῳ τὰ μέγιστα ἀγαθὰ ἐμαυτῷ περιποιῆσαι, τὰ μέγιστα κακὰ μὴ περιποιῆσαι; καλὴ σκέψις καὶ ἀναγκαία, πολλῆς βουλῆς δεομένη. τί ἡμῖν ἐμπαίζεις, ἄνθρωπε;
1.135 οὐδέποτε τοιαύτη σκέψις γίνεται. οὐδʼ εἰ ταῖς ἀληθείαις κακὰ μὲν ἐφαντάζου τὰ αἰσχρά, τὰ δʼ ἄλλα οὐδέτερα, ἦλθες ἂν ἐπὶ ταύτην τὴν ἐπίστασιν, οὐδʼ ἐγγύς· ἀλλʼ αὐτόθεν διακρίνειν εἶχες, ὥσπερ ὄψει τῇ διανοίᾳ.
1.136 πότε γὰρ σκέπτῃ, εἰ τὰ μέλανα λευκά ἐστιν, εἰ τὰ βαρέα κοῦφα; οὐχὶ δὲ τοῖς ἐναργῶς φαινομένοις ἐπακολουθεῖς; πῶς οὖν νῦν σκέπτεσθαι λέγεις, εἰ τὰ οὐδέτερα τῶν κακῶν φευκτότερα;
1.137 ἀλλʼ οὐκ ἔχεις τὰ δόγματα ταῦτα, ἀλλὰ φαίνεταί σοι οὔτε ταῦτα οὐδέτερα, ἀλλὰ τὰ μέγιστα κακά, οὔτʼ ἐκεῖνα κακά, ἀλλʼ οὐδὲν πρὸς ἡμᾶς.
1.138 οὕτως γὰρ ἐξ ἀρχῆς εἴθισας σεαυτόν· ποῦ εἰμι; ἐν σχολῇ. καὶ ἀκούουσί μου τίνες; λέγω μετὰ τῶν φιλοσόφων. ἀλλʼ ἐξελήλυθα τῆς σχολῆς· ἆρον ἐκεῖνα τὰ τῶν σχολαστικῶν καὶ τῶν μωρῶν. οὕτως καταμαρτυρεῖται φίλος ὑπὸ φιλοσόφου, οὕτως παρασιτεῖ φιλόσοφος,
1.139 οὕτως ἐπʼ ἀργυρίῳ ἐκμισθοῖ ἑαυτόν, οὕτως ἐν συγκλήτῳ τις οὐ λέγει τὰ φαινόμενα· ἔνδοθεν τὸ δόγμα αὐτοῦ βοᾷ,
1.140 οὐ ψυχρὸν καὶ ταλαίπωρον ὑποληψείδιον ἐκ λόγων εἰκαίων ὡς ἐκ τριχὸς ἠρτημένον, ἀλλὰ ἰσχυρὸν καὶ χρηστικὸν καὶ ὑπὸ τοῦ διὰ τῶν ἔργων γεγυμνάσθαι μεμυημένον.
1.141 παραφύλαξον σαυτόν, πῶς ἀκούεις — οὐ λέγω, ὅτι τὸ παιδίον σου ἀπέθανεν· πόθεν σοι; ἀλλʼ ὅτι σου τὸ ἔλαιον ἐξεχέθη, ὁ οἶνος ἐξεπόθη,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi