Kitap 4
1.151
σὺ οὖν, φησίν, ἐλεύθερος εἶ;— θέλω νὴ τοὺς θεοὺς καὶ εὔχομαι, ἀλλʼ οὔπω δύναμαι ἀντιβλέψαι τοῖς κυρίοις, ἔτι τιμῶ τὸ σωμάτιον, ὁλόκληρον αὐτὸ ἔχειν ἀντὶ πολλοῦ ποιοῦμαι καίτοι μηδʼ ὁλόκληρον ἔχων.
1.152
ἀλλὰ δύναμαί σοι δεῖξαι ἐλεύθερον, ἵνα μηκέτι ζητῇς τὸ παράδειγμα. Διογένης ἦν ἐλεύθερος. πόθεν τοῦτο; οὐχ ὅτι ἐξ ἐλευθέρων ἦν (οὐ γὰρ ἦν), ἀλλʼ ὅτι αὐτὸς ἦν, ὅτι ἀποβεβλήκει πάσας τὰς τῆς δουλείας βλαβὰς οὐδʼ ἦν, ὅπως τις προσέλθῃ πρὸς αὐτὸν οὐδʼ ὅθεν λάβηται πρὸς τὸ καταδουλώσασθαι.
1.153
πάντα εὔλυτα εἶχεν, πάντα μόνον προσηρτημένα. εἰ τῆς κτήσεως ἐπελάβου, αὐτὴν ἀφῆκεν ἄν σοι μᾶλλον ἢ ἠκολούθησεν διʼ αὐτήν· εἰ τοῦ σκέλους, τὸ σκέλος· εἰ ὅλου τοῦ σωματίου, ὅλον τὸ σωμάτιον· οἰκείους, φίλους, πατρίδα ὡσαύτως. ᾔδει, πόθεν ἔχει καὶ παρὰ τίνος καὶ ἐπὶ τίσιν λαβών.
1.154
τοὺς μέν γʼ ἀληθεινοὺς προγόνους, τοὺς θεούς, καὶ τὴν τῷ ὄντι πατρίδα οὐδεπώποτʼ ἂν ἐγκατέλειπεν οὐδὲ παρεχώρησεν ἄλλῳ μᾶλλον πείθεσθαι αὐτοῖς καὶ ὑπακούειν οὐδʼ ὑπεραπέθανεν ἂν εὐκολώτερον τῆς πατρίδος ἄλλος.
1.155
οὐ γὰρ ἐζήτει ποτὲ δόξαι τι ποιεῖν ὑπὲρ τῶν ὅλων, ἀλλʼ ἐμέμνητο, ὅτι πᾶν τὸ γενόμενον ἐκεῖθέν ἐστιν καὶ ὑπὲρ ἐκείνης πράττεται καὶ ὑπὸ τοῦ διοικοῦντος αὐτὴν παρεγγυᾶται.
1.156
τοιγαροῦν ὅρα, τί λέγει αὐτὸς καὶ γράφει· διὰ τοῦτό σοι, φησίν, ἔξεστιν, ὦ Διόγενες, καὶ τῷ Περσῶν βασιλεῖ καὶ Ἀρχιδάμῳ τῷ Λακεδαιμονίων ὡς βούλει διαλέγεσθαι.
1.157
ἆρά γʼ ὅτι ἐξ ἐλευθέρων ἦν; πάντες γὰρ Ἀθηναῖοι καὶ πάντες Λακεδαιμόνιοι καὶ Κορίνθιοι διὰ τὸ ἐκ δούλων εἶναι οὐκ ἠδύναντο αὐτοῖς ὡς ἠβούλοντο διαλέγεσθαι, ἀλλʼ ἐδεδοίκεσαν καὶ ἐθεράπευον;
1.158
διὰ τί οὖν, φησίν, ἔξεστιν; ὅτι τὸ σωμάτιον ἐμὸν οὐχ ἡγοῦμαι, ὅτι οὐδενὸς δέομαι, ὅτι ὁ νόμος μοι πάντα ἐστὶ καὶ ἄλλο οὐδέν. ταῦτα ἦν τὰ ἐλεύθερον ἐκεῖνον ἐάσαντα.