Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

1.159 καὶ ἵνα μὴ δόξῃς, ὅτι παράδειγμα δείκνυμι ἀνδρὸς ἀπεριστάτου μήτε γυναῖκα ἔχοντος μήτε τέκνα μήτε πατρίδα ἢ φίλους ἢ συγγενεῖς, ὑφʼ ὧν κάμπτεσθαι καὶ περισπᾶσθαι ἠδύνατο, λάβε Σωκράτη καὶ θέασαι γυναῖκα καὶ παιδία ἔχοντα, ἀλλὰ ὡς ἀλλότριαν, πατρίδα, ἐφʼ ὅσον ἔδει καὶ ὡς ἔδει, φίλους, συγγενεῖς, πάντα ταῦτα ὑποτεταχότα τῷ νόμῳ καὶ τῇ πρὸς ἐκεῖνον εὐπειθείᾳ.
1.160 διὰ τοῦτο, στρατεύεσθαι μὲν ὁπότʼ ἔδει, πρῶτος ἀπῄει κἀκεῖ ἐκινδύνευεν ἀφειδέστατα· ἐπὶ Λέοντα δʼ ὑπὸ τῶν τυράννων πεμφθείς, ὅτι αἰσχρὸν ἡγεῖτο, οὐδʼ ἐπεβουλεύσατο εἰδώς, ὅτι ἀποθανεῖν δεήσει, ἂν οὕτως τύχῃ.
1.161 καὶ τί αὐτῷ διέφερεν; ἄλλο γάρ τι σῴζειν ἤθελεν· οὐ τὸ σαρκίδιον, ἀλλὰ τὸν πιστόν, τὸν αἰδήμονα.
1.162 ταῦτα ἀπαρεγχείρητα, ἀνυπότακτα. εἶθʼ ὅτʼ ἀπολογεῖσθαι ἔδει ὑπὲρ τοῦ ζῆν, μή τι ὡς τέκνα ἔχων ἀναστρέφεται, μή τι ὡς γυναῖκα; ἀλλʼ ὡς μόνος. τί δʼ, ὅτε πιεῖν ἔδει τὸ φάρμακον, πῶς ἀναστρέφεται;
1.163 δυνάμενος διασωθῆναι καὶ τοῦ Κρίτωνος αὐτῷ λέγοντος ὅτι ἔξελθε διὰ τὰ παιδία τί λέγει; ἕρμαιον ἡγεῖτο αὐτό; πόθεν; ἀλλὰ τὸ εὔσχημον σκοπεῖ, τἆλλα δʼ οὐδʼ ὁρᾷ, οὐδʼ ἐπιλογίζεται. οὐ γὰρ ἤθελεν, φησίν, σῶσαι τὸ σωμάτιον, ἀλλʼ ἐκεῖνο, ὃ τῷ δικαίῳ μὲν αὔξεται καὶ σῴζεται, τῷ δʼ ἀδίκῳ μειοῦται καὶ ἀπόλλυται.
1.164 Σωκράτης δʼ αἰσχρῶς οὐ σῴζεται, ὁ μὴ ἐπιψηφίσας Ἀθηναίων κελευόντων, ὁ τοὺς τυράννους ὑπεριδών, ὁ τοιαῦτα περὶ ἀρετῆς καὶ καλοκἀγαθίας διαλεγόμενος·
1.165 τοῦτον οὐκ ἔστι σῶσαι αἰσχρῶς, ἀλλʼ ἀποθνῄσκων σῴζεται, οὐ φεύγων. καὶ γὰρ ὁ ἀγαθὸς ὑποκριτὴς παυόμενος ὅτε δεῖ σῴζεται μᾶλλον ἢ ὑποκρινόμενος παρὰ καιρόν.
1.166 τί οὖν ποιήσει τὰ παιδία; εἰ μὲν εἰς Θετταλίαν ἀπῄειν, ἐπεμελήθητε αὐτῶν· εἰς Ἅιδου δέ μου ἀποδημήσαντος οὐδεὶς ἔσται ὁ ἐπιμελησόμενος; ὅρα, πῶς ὑποκορίζεται καὶ σκώπτει τὸν θάνατον.
1.167 εἰ δʼ ἐγὼ καὶ σὺ ἦμεν, εὐθὺς ἂν καταφιλοσοφήσαντες ὅτι τοὺς ἀδικοῦντας δεῖ τοῖς ἴσοις ἀμύνεσθαι καὶ προσθέντες ὅτι ὄφελος ἔσομαι πολλοῖς ἀνθρώποις σωθείς, ἀποθανὼν δʼ οὐδενί, εἰ γἄρʼ ἔδει διὰ τρώγλης ἐκδύντας, ἐξήλθομεν ἄν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi