Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

1.16 — τί οὖν τοῦτο πρὸς τὸ δοῦλον εἶναι ἢ ἐλεύθερον;
1.17 — οὐδέποθʼ ὑπὸ τῆς ἐρωμένης ἐπετάγης οὐδὲν ὧν οὐκ ἤθελες; οὐδέποτέ σου τὸ δουλάριον ἐκολάκευσας; οὐδέποτʼ αὐτοῦ τοὺς πόδας κατεφίλησας; καίτοι τοῦ Καίσαρος ἄν σέ τις ἀναγκάσῃ, ὕβριν αὐτὸ ἡγῇ καὶ ὑπερβολὴν τυραννίδος.
1.18 τί οὖν ἄλλο ἐστὶ δουλεία; νυκτὸς οὐδέποτʼ ἀπῆλθες, ὅπου οὐκ ἤθελες; ἀνάλωσας, ὅσα οὐκ ἤθελες; εἶπάς τινα οἰμώζων καὶ στένων, ἠνέσχου λοιδορούμενος, ἀποκλειόμενος;
1.19 ἀλλʼ εἰ σὺ αἰσχύνῃ τὰ σαυτοῦ ὁμολογεῖν, ὅρα ἃ λέγει καὶ ποιεῖ ὁ Θρασωνίδης, ὃς τοσαῦτα στρατευσάμενος, ὅσα τάχα οὐδὲ σύ, πρῶτον μὲν ἐξελήλυθε νυκτός, ὅτε ὁ Γέτας οὐ τολμᾷ ἐξελθεῖν, ἀλλʼ εἰ προσηναγκάζετο ὑπʼ αὐτοῦ, πόλλʼ ἂν ἐπικραυγάσας καὶ τὴν πικρὰν δουλείαν ἀπολοφυράμενος ἐξῆλθεν.
1.20 εἶτα, τί λέγει; παιδισκάριόν με, φησίν, καταδεδούλωκʼ εὐτελές, ὃν οὐδὲ εἷς τῶν πολεμίων οὐπώποτε.
1.21 τάλας, ὅς γε καὶ παιδισκαρίου δοῦλος εἶ καὶ παιδισκαρίου εὐτελοῦς. τί οὖν ἔτι σαυτὸν ἐλεύθερον λέγεις; τί δὲ προφέρεις σου τὰς στρατείας;
1.22 εἶτα ξίφος αἰτεῖ καὶ πρὸς τὸν ὑπʼ εὐνοίας μὴ διδόντα χαλεπαίνειν καὶ δῶρα τῇ μισούσῃ πέμπει καὶ δεῖται καὶ κλαίει, πάλιν δὲ μικρὰ εὐημερήσας ἐπαίρεται· πλὴν καὶ τότε πῶς;
1.23 μηδʼ ἐπιθυμεῖν ἢ φοβεῖσθαι οὔτʼ ἐλευθερίαν.
1.24 σκέψαι δʼ ἐπὶ τῶν ζῴων, πῶς χρώμεθα τῇ ἐννοίᾳ τῆς ἐλευθερίας.
1.25 λέοντας τρέφουσιν ἡμέρους ἐγκλείσαντες καὶ σιτίζουσι καὶ κομίζουσιν ἔνιοι μεθʼ αὑτῶν. καὶ τίς ἐρεῖ τοῦτον τὸν λέοντα ἐλεύθερον; οὐχὶ δʼ ὅσῳ μαλακώτερον διεξάγει, τοσούτῳ δουλικώτερον; τίς δʼ ἂν λέων αἴσθησιν καὶ λογισμὸν λαβὼν βούλοιτο τούτων τις εἶναι τῶν λεόντων;
1.26 ἄγε, τὰ δὲ πτηνὰ ταῦτα ὅταν ληφθῇ καὶ ἐγκεκλειμένα τρέφηται, οἷα πάσχει ζητοῦντα ἐκφυγεῖν; καὶ ἔνιά γε αὐτῶν λιμῷ διαφθείρεται μᾶλλον ἢ ὑπομένει τὴν τοιαύτην διεξαγωγήν,
1.27 ὅσα δʼ οὖν διασῴζεται, μόγις καὶ χαλεπῶς καὶ φθίνοντα, κἂν ὅλως εὕρῃ τι παρεῳγμένον, ἐξεπήδησεν. οὕτως ὀρέγεται τῆς φυσικῆς ἐλευθερίας καὶ τοῦ αὐτόνομα καὶ ἀκώλυτα εἶναι.
1.28 καὶ τί σοι κακόν ἐστιν ἐνταῦθα; οἷα λέγεις; πέτεσθαι πέφυκα ὅπου θέλω, ὕπαιθρον διάγειν, ᾁδειν ὅταν θέλω· σύ με πάντων τούτων ἀφαιρῇ καὶ λέγεις τί σοι κακόν ἐστιν;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi