Kitap 4
5.2
παράδειγμα δὲ καὶ τούτου καθάπερ καὶ τῶν ἄλλων ἔκκειται ἡμῖν ὁ βίος ὁ Σωκράτους, ὃς οὐ μόνον αὐτὸς πανταχοῦ ἐξέφυγεν μάχην, ἀλλʼ οὐδʼ ἄλλους μάχεσθαι εἴα.
5.3
ὅρα παρὰ Ξενοφῶντι ἐν τῷ Συμποσίῳ πόσας μάχας λέλυκεν, πῶς πάλιν ἠνέσχετο Θρασυμάχου, πῶς Πώλου, πῶς Καλλικλέους, πῶς τῆς γυναικὸς ἠνείχετο, πῶς τοῦ υἱοῦ ἐξελεγχόμενος ὑπʼ αὐτοῦ, σοφιζόμενος.
5.4
λίαν γὰρ ἀσφαλῶς ἐμέμνητο, ὅτι οὐδεὶς ἀλλοτρίου ἡγεμονικοῦ κυριεύει. οὐδὲν οὖν ἄλλο ἤθελεν ἢ τὸ ἴδιον.
5.5
τί δʼ ἔστι τοῦτο; οὐχ ἱκ ος οὗτος κατὰ φύσιν· τοῦτο γὰρ ἀλλότριον· ἀλλʼ ὅπως ἐκείνων τὰ ἴδια ποιούντων, ὡς αὐτοῖς δοκεῖ, αὐτὸς μηδὲν ἧττον κατὰ φύσιν ἕξει καὶ διεξάξει μόνον τὰ αὑτοῦ ποιῶν πρὸς τὸ κἀκείνους ἔχειν κατὰ φύσιν.
5.6
τοῦτο γάρ ἐστιν, ὃ ἀεὶ πρόκειται τῷ καλῷ καὶ ἀγαθῷ. στρατηγῆσαι; οὔ· ἀλλʼ, ἂν διδῶται, ἐπὶ ταύτης τῆς ὕλης τὸ ἴδιον ἡγεμονικὸν τηρῆσαι. γῆμαι; οὔ· ἄλλʼ, ἂν διδῶται γάμος, ἐν ταύτῃ τῇ ὕλῃ κατὰ φύσιν ἔχοντα αὑτὸν τηρῆσαι.
5.7
ἂν δὲ θέλῃ τὸν υἱὸν μὴ ἁμαρτάνειν ἢ τὴν γυναῖκα, θέλει τὰ ἀλλότρια μὴ εἶναι ἀλλότρια. καὶ τὸ παιδεύεσθαι, τοῦτʼ ἔστιν μανθάνειν τὰ ἴδια καὶ τὰ ἀλλότρια.
5.8
ποῦ οὖν ἔτι μάχης τόπος τῷ οὕτως ἔχοντι; μὴ γὰρ θαυμάζει τι τῶν γινομένων; μὴ γὰρ καινὸν αὐτῷ φαίνεται; μὴ γὰρ οὐ χείρονα καὶ χαλεπώτερα προσδέχεται τὰ παρὰ τῶν φαύλων ἢ ἀποβαίνει αὐτῷ; μὴ γὰρ οὐ κέρδος λογίζεται πᾶν ὅ τι ἀπολείπουσιν τοῦ ἐσχάτου;
5.9
ἐλοιδόρησέν σε ὁ δεῖνα. πολλὴ χάρις αὐτῷ, ὅτι μὴ ἔπληξεν. ἀλλὰ καὶ ἔπληξεν. πολλὴ χάρις, ὅτι μὴ ἔτρωσεν. ἀλλὰ καὶ ἔτρωσεν. πολλὴ χάρις, ὅτι μὴ ἀπέκτεινεν.
5.10
πότε γὰρ ἔμαθεν ἢ παρὰ τίνι, ὅτι ἥμερόν ἐστι ζῷον, ὅτι φιλάλληλον, ὅτι μεγάλη βλάβη τῷ ἀδικοῦντι αὐτὴ ἡ ἀδικία; ταῦτα οὖν μὴ μεμαθηκὼς μηδὲ πεπεισμένος, διὰ τί μὴ ἀκολουθήσῃ τῷ φαινομένῳ συμφέροντι;
5.11
βέβληκεν ὁ γείτων λίθους. μή τι οὖν σὺ ἡμάρτηκας; ἀλλὰ τὰ ἐν οἴκῳ κατεάγη. σὺ οὖν σκευάριον εἶ;
5.12
οὔ, ἀλλὰ προαίρεσις. τί οὖν σοι δίδοται πρὸς τοῦτο; ὡς μὲν λύκῳ ἀντιδάκνειν καὶ ἄλλους πλείονας λίθους βάλλειν· ἀνθρώπῳ δʼ ἐὰν ζητῇς, ἐπίσκεψαί σου τὸ ταμιεῖον, ἴδε τίνας δυνάμεις ἔχων ἐλήλυθας· μή τι τὴν θηριώδη; μή τι τὴν μνησικακητικήν;