Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

5.31 τοῦ γὰρ ἀγαθοῦ συγγενέστερον οὐδέν· λοιπὸν εἰ ταῦτα ἀγαθὰ καὶ κακά, οὔτε πατὴρ υἱοῖς φίλος οὔτʼ ἀδελφὸς ἀδελφῷ, πάντα δὲ πανταχοῦ μεστὰ πολεμίων, ἐπιβούλων, συκοφαντῶν.
5.32 εἰ δʼ οἵα δεῖ προαίρεσις, τοῦτο μόνον ἀγαθόν ἐστιν, καὶ οἵα μὴ δεῖ, τοῦτο μόνον κακόν, ποῦ ἔτι μάχη, ποῦ λοιδορία; περὶ τίνων; περὶ τῶν οὐδὲν πρὸς ἡμᾶς; πρὸς τίνας; πρὸς τοὺς ἀγνοοῦντας, πρὸς τοὺς δυστυχοῦντας, πρὸς τοὺς ἠπατημένους περὶ τῶν μεγίστων;
5.33 τούτων Σωκράτης μεμνημένος τὴν οἰκείαν τὴν αὑτοῦ ᾤκει γυναικὸς ἀνεχόμενος τραχυτάτης, υἱοῦ ἀγνώμονος. τραχεῖα γὰρ πρὸς τί ἦν; ἵνʼ ὕδωρ καταχέῃ τῆς κεφαλῆς ὅσον καὶ θέλει, ἵνα καταπατήσῃ τὸν πλακοῦντα· καὶ τί πρὸς ἐμέ, ἂν ὑπολάβω, ὅτι ταῦτα οὐκ ἔστι πρὸς ἐμέ;
5.34 τοῦτο δʼ ἐμὸν ἔργον ἐστὶ καὶ οὔτε τύραννος κωλύσει με θέλοντα οὔτε δεσπότης οὔτε οἱ πολλοὶ τὸν ἕνα οὔθʼ ὁ ἰσχυρότερος τὸν ἀσθενέστερον· τοῦτο γὰρ ἀκώλυτον δέδοται ὑπὸ τοῦ θεοῦ ἑκάστῳ.
5.35 ταῦτα τὰ δόγματα ἐν οἰκίᾳ φιλίαν ποιεῖ, ἐν πόλει ὁμόνοιαν, ἐν ἔθνεσιν εἰρήνην, πρὸς θεὸν εὐχάριστον, πανταχοῦ θαρροῦντα, ὡς περὶ τῶν ἀλλοτρίων, ὡς περὶ οὐδενὸς ἀξίων.
5.36 ἀλλʼ ἡμεῖς γράψαι μὲν καὶ ἀναγνῶναι ταῦτα καὶ ἀναγιγνωσκόμενα ἐπαινέσαι ἱκανοί, πεισθῆναι δʼ οὐδʼ ἐγγύς.
5.37 τοιγαροῦν τὸ περὶ τῶν Λακεδαιμονίων λεγόμενον οἴκοι λέοντες, ἐν Ἐφέσῳ δʼ ἀλώπεκες καὶ ἐφʼ ἡμῶν ἁρμόσει· ἐν σχολῇ λέοντες, ἔξω δʼ ἀλώπεκες.

πρὸς τοὺς ἐπὶ τῷ ἐλεεῖσθαι ὀδυνωμένους.

6.1 ἀνιῶμαι, φησίν, ἐλεούμενος. — πότερον οὖν σὸν ἔργον ἐστὶ τὸ ἐλεεῖσθαί σε ἢ τῶν ἐλεούντων; τί δʼ; ἐπὶ σοί ἐστι τὸ παῦσαι αὐτό; — ἐπʼ ἐμοί, ἂν δεικνύω αὐτοῖς μῆ ἄξιον ἐλέου ὄντα ἐμαυτόν.
6.2 — πότερον δʼ ἤδη σοι ὑπάρχει τοῦτο, τὸ μὴ εἶναι ἐλέου ἄξιον ἢ οὐχ ὑπάρχει; — δοκῶ ἔγωγε, ὅτι ὑπάρχει. ἀλλʼ οὗτοί γʼ οὐκ ἐπὶ τούτοις ἐλεοῦσιν, ἐφʼ οἷς, εἴπερ ἄρα, ἦν ἄξιον, ἐπὶ τοῖς ἁμαρτανομένοις, ἀλλʼ ἐπὶ πενίᾳ καὶ ἀναρχίᾳ καὶ νόσοις καὶ θανάτοις καὶ ἄλλοις τοιούτοις.
6.3 — πότερον οὖν πείθειν παρεσκεύασαι τοὺς πολλούς, ὡς ἄρα οὐδὲν τούτων κακόν ἐστιν, ἀλλʼ οἷόν τε καὶ πένητι καὶ ἄρχοντι καὶ ἀτίμῳ εὐδαιμονεῖν, ἢ σαυτὸν ἐπιδεικνύειν αὐτοῖς πλουτοῦντα καὶ ἄρχοντα;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi