Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

7.39 τί οὖν ἀγανακτεῖς, εἰ ἄλλος ἐν τούτοις σου πλέον ἔχει ὁ μεμελετηκώς; — ἀλλὰ ταῦτʼ ἔστι τὰ μέγιστα. — καὶ τίς σε κωλύει περὶ ταῦτʼ ἀναστρέφεσθαι καὶ τούτων ἐπιμελεῖσθαι; τίς δὲ μείζονα ἔχει παρασκευὴν βιβλίων, εὐσχολίας, τῶν ὠφελησόντων;
7.40 μόνον ἀπόνευσόν ποτε ἐπὶ ταῦτα, ἀπόνειμον κἂν ὀλίγον χρόνον τῷ σαυτοῦ ἡγεμονικῷ· σκέψαι τί ποτʼ ἔχεις τοῦτο καὶ πόθεν ἐληλυθός, τὸ πᾶσιν τοῖς ἄλλοις χρώμενον, πάντα τἆλλα δοκιμάζον, ἐκλεγόμενον, ἀπεκλεγόμενον.
7.41 μέχρι δʼ ἂν οὗ περὶ τὰ ἐκτὸς ἀναστρέφῃ, ἐκεῖνα ἕξεις οἷα οὐδείς, τοῦτο δʼ οἷον αὐτὸ ἔχειν θέλεις, ῥυπαρὸν καὶ ἀτημέλητον.

πρὸς τοὺς ταχέως ἐπὶ τὸ σχῆμα τῶν φιλοσόφων ἐπιπηδῶντας.

8.1 μηδέποτʼ ἀπὸ τῶν κοινῶν τινα μήτʼ ἐπαινέσητε μήτε ψέξητε μήτε τέχνην τινὰ ἢ ἀτεχνίαν προσμαρτυρήσητε· καὶ ἅμα μὲν προπετείας ἑαυτοὺς ἀπαλλάξετε, ἅμα δὲ κακοηθείας.
8.2 οὗτος ταχέως λούεται. κακῶς οὖν ποιεῖ; οὐ πάντως.
8.3 ἀλλὰ τί; ταχέως λούεται. — πάντα οὖν καλῶς γίνεται; — οὐδαμῶς· ἀλλὰ τὰ μὲν ἀπὸ δογμάτων ὀρθῶν καλῶς, τὰ δʼ ἀπὸ μοχθηρῶν μοχθηρῶς. σὺ δὲ μέχρις ἂν καταμάθῃς τὸ δόγμα, ἀφʼ οὗ τις ποιεῖ ἕκαστα, μήτʼ ἐπαίνει τὸ ἔργον μήτε ψέγε.
8.4 δόγμα δʼ ἐκ τῶν ἐκτὸς οὐ ῥᾳδίως κρίνεται. οὗτος τέκτων ἐστίν. διὰ τί; χρῆται σκεπάρνῳ. τί οὖν τοῦτο; οὗτος μουσικός· ᾁδει γάρ. καὶ τί τοῦτο; οὗτος φιλόσοφος. διὰ τί;
8.5 τρίβωνα γὰρ ἔχει καὶ κόμην. οἱ δʼ ἀγύρται τί ἔχουσιν; διὰ τοῦτο, ἂν ἀσχημονοῦντά τις ἴδῃ τινὰ αὐτῶν, εὐθὺς λέγει ἰδοὺ ὁ φιλόσοφος τί ποιεῖ. ἔδει δʼ ἀφʼ ὧν ἠσχημόνει μᾶλλον λέγειν αὐτὸν μὴ εἶναι φιλόσοφον.
8.6 εἰ μὲν γὰρ αὕτη ἐστὶν ἡ τοῦ φιλοσόφου πρόληψις καὶ ἐπαγγελία, ἔχειν τρίβωνα καὶ κόμην, καλῶς ἂν ἔλεγον· εἰ δʼ ἐκείνη μᾶλλον, ἀναμάρτητον εἶναι, διὰ τί οὐχὶ διὰ τὸ μὴ πληροῦν τὴν ἐπαγγελίαν ἀφαιροῦνται αὐτὸν τῆς προσηγορίας;
8.7 οὕτως γὰρ καὶ ἐπὶ τῶν ἄλλων τεχνῶν. ὅταν ἴδῃ τις κακῶς πελεκῶντα, οὐ λέγει τί ὄφελος τεκτονικῆς; ἰδοὺ οἱ τέκτονες οἷα ποιοῦσι κακά, ἀλλὰ πᾶν τοὐναντίον λέγει οὗτος οὐκ ἔστι τέκτων, πελεκᾷ γὰρ κακῶς.
8.8 ὁμοίως κἂν ᾁδοντός τινος ἀκούσῃ κακῶς, οὐ λέγει ἰδοὺ πῶς ᾁδουσιν οἱ μουσικοί, ἀλλὰ μᾶλλον οὗτος ὅτι οὐκ ἔστι μουσικός.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi