Thesauros Edebiyat Felsefe Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν Epictetus

Kitap 4

8.9 ἐπὶ φιλοσοφίας δὲ μόνης τοῦτο πάσχουσιν· ὅταν τινὰ ἴδωσι παρὰ τὸ ἐπάγγελμα τὸ τοῦ φιλοσόφου ποιοῦντα, οὐχὶ τῆς προσηγορίας ἀφαιροῦνται αὐτόν, ἀλλὰ θέντες εἶναι φιλόσοφον, εἶτʼ ἀπʼ αὐτοῦ τοῦ γινομένου λαβόντες, ὅτι ἀσχημονεῖ, ἐπάγουσι μηδὲν ὄφελος εἶναι τοῦ φιλοσοφεῖν. τί οὖν τὸ αἴτιον;
8.10 ὅτι τὴν μὲν τοῦ τέκτονος πρόληψιν πρεσβεύομεν καὶ τὴν τοῦ μουσικοῦ καὶ ὡσαύτως τῶν ἄλλων τεχνιτῶν, τὴν τοῦ φιλοσόφου δʼ οὔ, ἀλλʼ ἅτε συγκεχυμένην καὶ ἀδιάρθρωτον ἀπὸ τῶν ἐκτὸς μόνον κρίνομεν.
8.11 καὶ ποία ἄλλη τέχνη ἀπὸ σχήματος ἀναλαμβάνεται καὶ κόμης, οὐχὶ δὲ καὶ θεωρήματα ἔχει καὶ ὕλην καὶ τέλος;
8.12 τίς οὖν ὕλη τοῦ φιλοσόφου; μὴ τρίβων; οὔ, ἀλλὰ ὁ λόγος. τί τέλος; μή τι φορεῖν τρίβωνα; οὔ, ἀλλὰ τὸ ὀρθὸν ἔχειν τὸν λόγον. ποῖα θεωρήματα; μή τι τὰ περὶ τοῦ πῶς πώγων μέγας γίνεται ἢ κόμη βαθεῖα; ἀλλὰ μᾶλλον ἃ Ζήνων λέγει, γνῶναι τὰ τοῦ λόγου στοιχεῖα, ποῖόν τι ἕκαστον αὐτῶν ἐστι καὶ πῶς ἁρμόττεται πρὸς ἄλληλα καὶ ὅσα τούτοις ἀκόλουθά ἐστιν.
8.13 οὐ θέλεις οὖν ἰδεῖν πρῶτον, εἰ πληροῖ τὴν ἐπαγγελίαν ἀσχημονῶν, καὶ οὕτως τῷ ἐπιτηδεύματι ἐγκαλεῖν; νῦν δʼ, αὐτὸς ὅταν σωφρονῇς, ἐξ ὧν ποιεῖν σοι δοκεῖ κακῶς, λέγεις ὅρα τὸν φιλόσοφον (ὡς οὐ πρέποντος λέγειν τὸν ταῦτα ποιοῦντα φιλόσοφον) καὶ πάλιν τοῦτο φιλόσοφός ἐστιν. ὅρα δὲ τὸν τέκτονα οὐ λέγεις, ὅταν μοιχεύοντά τινα γνῷς ἢ λιχνεύοντα ἴδῃς, οὐδὲ ὅρα τὸν μουσικόν.
8.14 οὕτως ἐπὶ ποσὸν αἰσθάνῃ καὶ αὐτὸς τῆς ἐπαγγελίας τοῦ φιλοσόφου, ἀπολισθάνεις δὲ καὶ συγχέῃ ὑπὸ ἀμελετησίας.
8.15 ἀλλὰ καὶ αὐτοὶ οἱ καλούμενοι φιλόσοφοι ἀπὸ τῶν κοινῶν τὸ πρᾶγμα μετίασιν· εὐθὺς ἀναλαβόντες τρίβωνα καὶ πώγωνα καθέντες φασὶν ἐγὼ φιλόσοφός εἰμι.
8.16 οὐδεὶς δʼ ἐρεῖ ἐγὼ μουσικός εἰμι, ἂν πλῆκτρον καὶ κιθάραν ἀγοράσῃ, οὐδʼ ἐγὼ χαλκεύς εἰμι, ἂν πιλίον καὶ περίζωμα περιθῆται, ἀλλʼ ἁρμόζεται μὲν τὸ σχῆμα πρὸς τὴν τέχνην, ἀπὸ τῆς τέχνης δὲ τὸ ὄνομα, οὐκ ἀπὸ τοῦ σχήματος ἀναλαμβάνουσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi