29
μηδενὸς οὕτως ἐν παντὶ προνόει, ὡς τοῦ ἀσφαλοῦς· ἀσφαλέστερον γὰρ τοῦ λέγειν τὸ σιγᾶν· ἐᾶν δὲ τὸ λέγειν, ὅσα δίχα ἔσται νοῦ καὶ ψόγου
30
Ἐπικτήτου.
30
οὔτε ναῦν ἐξ ἑνὸς ἀγκυρίου οὔτε βίον ἐκ μιᾶς ἐλπίδος ἁρμοστέον. τοῦ αὐτοῦ.
31
Τοῦ αὐτοῦ
31
καὶ τοῖς σκέλεσι καὶ ταῖς ἐλπίσι τὰ δυνατὰ δεῖ διαβαίνειν.
32
Ἐπικτήτου.
32
ψυχὴν σώματος ἀναγκαιότερον ἰᾶσθαι· τοῦ γὰρ κακῶς ζῆν τὸ τεθνάναι κρεῖσσον.
33
Τοῦ αὐτοῦ (Ἐπικλήτου).
33
τῶν ἡδέων τὰ σπανιώτατα γινόμενα μάλιστα τέρπει. τοῦ αὐτοῦ.
34
Τοῦ αὐτοῦ
34
εἴ τις ὑπερβάλλοι τὸ μέτριον, τὰ ἐπιτερπέστατα ἀτερπέστατα ἂν γίνοιτο.
35
οὐδεὶς ἐλεύθερος ἑαυτοῦ μὴ κρατῶν.
36
ἀθάνατον χρῆμα ἡ ἀλήθεια καὶ ἀίδιον, παρέχει δὲ ἡμῖν οὐ κάλλος χρόνῳ μαραινόμενον οὔτε παρρησίαν ἀφαιρεῖτὴν ὑπὸ δίκης, ἀλλὰ τὰ δίκαια καὶ τὰ νόμιμα διακρίνουσα ἀπʼ αὐτῶν τὰ ἄδικα καὶ ἀπελέγχουσα.