Thesauros Edebiyat Felsefe Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4)

Gnomologium Epicteteum (e Stobaei libris 3-4) Epictetus
53 ἄμεινον δικαίως κρίναντα πρὸς τοῦ καταδικασθέντος ἀδίκως μεμφθῆναι ἢ ἀδίκως κρίναντα παρὰ τῇ φύσει δικαίως ψέγεσθαι.
54 καθάπερ ἡ τὸν χρυσὸν δοκιμάζουσα λίθος οὐκέτι καὶ αὐτὴ πρὸς τοῦ χρυσοῦ δοκιμάζεται, οὕτω καὶ ὁ τὸ κριτήριον ἔχων.
55 αἰσχρὸν τὸν δικαστὴν πρὸς ἑτέρων δικάζεσθαι.
56 καθάπερ ὀρθοῦ οὐδὲν ὀρθότερον, οὕτως οὐδὲ δικαίου οὐδὲν δικαιότερον.
57 ὥσπερ οἱ ἐπὶ τῶν λιμένων πυρσοὶ διʼ ὀλίγων φρυγάνων πολλὴν ἀνάψαντες φλόγα ταῖς ἀλωμέναις ἀνὰ τὸ πέλαγος ναυσὶν ἱκανὴν ἐργάζονται βοήθειαν, οὕτω καὶ ἀνὴρ λαμπρὸς ἐν πόλει χειμαζομένῃ αὐτὸς ὀλίγοις ἀρκούμενος μεγάλα τοὺς πολίτας εὐεργετεῖ.
58 ὥσπερ εἰ ναῦν κυβερνᾶν ἐπεχείρεις, πάντως ἂν τὴν κυβερνητικὴν ἐξεμάνθανες τέχνην, ἐξέσται γάρ σοι, ὥσπερ ἐκεῖσε πᾶσαν, οὕτω κἀνθάδε πᾶσαν κυβερνᾶν πόλιν.
59 εἰ πρόκειταί σοι τὴν πόλιν ἀναθήμασι κοσμεῖν, σεαυτῷ πρῶτον ἀνάθες τὸ κάλλιστον ἡμερότητος καὶ δικαιοσύνης καὶ εὐποιίας ἀνάθημα.
60 Εὐποιήσεις σὺ τὰ μέγιστα τὴν πόλιν, εἰ μὴ τοὺς ὀρόφους ὑψώσεις, ἀλλὰ τὰς ψυχὰς αὐξήσεις. ἄμεινον γὰρ ἐν μικροῖς οἰκήμασι μεγάλας οἰκεῖν ψυχὰς ἢ ἐν μεγάλαις οἰκίαις ταπεινὰ φωλεύειν ἀνδράποδα.
61 μὴ τοῖς ἐξ Εὐβοίας καὶ Σπάρτης λίθοις τοὺς τοίχους τῆς κατασκευῆς ποίκιλλε, ἀλλὰ γὰρ τῇ ἐκ τῆς Ἑλλάδος παιδείᾳ τὰ στέρνα τῶν πολιτῶν καὶ τῶν πολιτευομένων διακόσμει. γνώμαις γὰρ ἀνδρῶν εὖ οἰκοῦνται πόλεις; ἀλλʼ οὐ λίθοις καὶ ξύλοις.
62 ὥσπερ, εἰ λέοντας ἐβούλου τρέφειν, οὐκ ἄν σοι τῆς πολυτελείας τῶν ζωγρείων ἔμελεν, ἀλλὰ τῆς πράξεως τῶν ζῴων· οὕτως, εἰ πολιτῶν πειρᾷ προίστασθαι, μὴ τοσοῦτον τῆς πολυτελείας τῶν ἀναστημάτων φρόντιζε, ὁπόσον τῆς ἀνδρείας τῶν ἐνδιατριβόντων ἐπιμελοῦ.
63 καθάπερ ἀγαθὸς πωλοδάμνης οὐ τῶν πώλων τοὺς μὲν ἀγαθοὺς τρέφει, τοὺς δὲ δυσηνίους λιμώττειν ἐᾷ, ἀλλὰ τρέφει μὲν ἐπʼ ἴσης ἄμφω, κολάζει δὲ μᾶλλον θάτερον ἐξισοῦν θατέρῳ βιαζόμενος μέρει· οὕτω καὶ κηδεμονικὸς ἀνὴρ καὶ πολιτικῆς ἐπιστήμων δυνάμεως τῶν πολιτῶν τοὺς μὲν εὐγνώμονας ποιεῖν ἐπιχειρεῖ, τοὺς δὲ ἔμπαλιν οὐ καθάπαξ διαφθείρεσθαι, ἀλλὰ τροφῆς μὲν ἀμφοῖν ἥκιστα φθονεῖ, παιδεύει δὲ καὶ σφοδρότερον ἐπισπέρχει τὸν ἀντιβαίνοντα τῷ λόγῳ καὶ τῷ νόμῳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi