Thesauros Edebiyat Felsefe Ad Se Ipsum

Ad Se Ipsum

Ad Se Ipsum Marcus Aurelius Emperor of Rome 121-180

Kitap 11

16.1 Κάλλιστα διαζῆν, δύναμις αὕτη ἐν τῇ ψυχῇ, ἐὰν πρὸς τὰ ἀδιάφορά τις ἀδιαφορῇ. ἀδιαφορήσει δέ, ἐὰν ἕκαστον αὐτῶν θεωρῇ διῃρημένως καὶ ὁλικῶς καὶ μεμνημένος ὅτι οὐδὲν αὐτῶν ὑπόληψιν περὶ αὐτοῦ ἡμῖν ἐμποιεῖ οὐδὲ ἔρχεται ἐφ’ ἡμᾶς, ἀλλὰ τὰ μὲν ἀτρεμεῖ, ἡμεῖς δέ ἐσμεν οἱ τὰς περὶ αὐτῶν κρίσεις γεννῶντες καὶ οἷον γράφοντες ἐν ἑαυτοῖς, ἐξὸν μὲν μὴ γράφειν, ἐξὸν δέ, κἄν που λάθῃ, εὐθὺς ἐξαλεῖψαι· ὅτι ὀλίγου χρόνου ἔσται ἡ τοιαύτη προσοχὴ καὶ λοιπὸν πεπαύσεται ὁ βίος. τί μέντοι δύσκολον ἄλλως ἔχειν ταῦτα; εἰ μὲν γὰρ κατὰ φύσιν ἐστί, χαῖρε αὐτοῖς καὶ ῥᾴδια ἔστω σοι· εἰ δὲ παρὰ φύσιν, ζήτει τί ἐστί σοι κατὰ τὴν σὴν φύσιν καὶ ἐπὶ τοῦτο σπεῦδε, κἂν ἄδοξον ᾖ· παντὶ γὰρ συγγνώμη τὸ ἴδιον ἀγαθὸν ζητοῦντι.
17.1 Πόθεν ἐλήλυθεν ἕκαστον καὶ ἐκ τίνων ἕκαστον ὑποκειμένων καὶ εἰς τί μεταβάλλει καὶ οἷον ἔσται μεταβαλὸν καὶ ὡς οὐδὲν κακὸν πείσεται.
18.1 Καὶ Πρῶτον, τίς ἡ πρὸς αὐτούς μοι σχέσις καὶ ὅτι ἀλλήλων ἕνεκεν γεγόναμεν καὶ καθ’ ἕτερον λόγον προστησόμενος αὐτῶν γέγονα ὡς κριὸς ποίμνης ἢ ταῦρος ἀγέλης. ἄνωθεν δὲ ἔπιθι ἀπὸ τοῦ· εἰ μὴ ἄτομοι, φύσις ἡ τὰ ὅλα διοικοῦσα· εἰ τοῦτο, τὰ χείρονα τῶν κρειττόνων ἕνεκεν, ταῦτα δὲ ἀλλήλων.
18.1 Δεύτερον δέ, ὁποῖοί τινές εἰσιν ἐπὶ τῆς τραπέζης, ὲν τῷ κλιναρίῳ, τἄλλα· μάλιστα δέ, οἵας ἀνάγκας δογμάτων κειμένας ἔχουσι· καὶ αὐτὰ δὲ ταῦτα, μεθ’ οἵου τύφου ποιοῦσιν.
18.2 Τρίτον, ὅτι, εἰ μὲν ὀρθῶς ταῦτα ποιοῦσιν, οὐ δεῖ δυσχεραίνειν· εἰ ὀ οὐκ ὀρθῶς, δηλονότι ἄκοντες καὶ ἀγνοοῦντες. πᾶσα γὰρ ψυχὴ ἄκουσα στέρεται, ὥσπερ τοῦ ἀληθοῦς, οὕτως καὶ τοῦ κατ’ ἀξίαν ἑκάστῳ προσφέρεσθαι. ἄχθονται γοῦν ἀκούοντες ἄδικοι καὶ ἀγνώμονες καὶ πλεονέκται καὶ καθάπαξ ἁμαρτητικοὶ περὶ τοὺς πλησίον.
18.2 Τέταρτον, ὅτι καὶ αὐτὸς πολλὰ ἁμαρτάνεις καὶ ἄλλος τοιοῦτος εἷ· καὶ εἴ τινων δὲ ἁμαρτημάτων ἀπέχῃ, ἀλλὰ τήν γε ἕξιν ἐποιστικὴν ἔχεις, εἰ καὶ διὰ δειλίαν ἢ δοξοκοπίαν ἢ τοιοῦτό τι κακὸν ἀπέχῃ τῶν ὁμοίων ἁμαρτημάτων.
18.3 Πέμπτον, ὅτι οὐδὲ εἰ ἁμαρτάνουσι κατείληφας· πολλὰ γὰρ κατ’ οἰκονομίαν γίνεται καὶ ὅλως πολλὰ δεῖ πρότερον μαθεῖν, ἵνα τις περὶ ἀλλοτρίας πράξεως καταληπτικῶς τι ἀποφήνηται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi