Thesauros Edebiyat rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
11.2 τοῦτο δὲ εἴτε διὰ τοπηγορίαν, εἴτε δείνωσιν, ἢ πραγμάτων ἢ κατασκευῶν ἐπίρρωσιν, εἴτ᾽ ἐποικονομίαν ἔργων ἢ παθῶν (μυρίαι γὰρ ἰδέαι τῶν αὐξήσεων) γίνοιτο, χρὴ γινώσκειν ὅμως τὸν ῥήτορα, ὡς οὐδὲν ἂν τούτων καθ’ αὑτὸ συσταίη χωρὶς ὕψους τέλειον, πλὴν εἰ μὴ ἐν οἴκτοις ἄρα, νὴ Δία, ἢ ἐν εὐτελισμοῖς, τῶν δ’ ἄλλων αὐξητικῶν ὅτου περ ἂν τὸ ὑψηλὸν ἀφέλῃς, ὡς ψυχὴν ἐξαιρήσεις σώματος· εὐθὺς γὰρ ἀτονεῖ καὶ κενοῦται τὸ ἔμπρακτον αὐτῶν μὴ τοῖς ὕψεσι συνεπιρρωννύμενον.
11.3 ᾗ μέντοι διαφέρει τοῦ ἀρτίως εἰρημένου τὰ νῦν παραγγελλόμενα (περιγραφὴ γάρ τις ἦν ἐκεῖνο τῶν ἄκρων λημμάτων καὶ εἰς ἑνότητα σύνταξις), καὶ τίνι καθόλου τῶν αὐξήσεων παραλλάττει τὰ ὕψη, τῆς σαφηνείας αὐτῆς ἕνεκα συντόμως διοριστέον.
12.1 Ὁ μὲν οὖν τῶν τεχνογράφων ὅρος ἔμοιγ’ οὐκ ἀρεστός. αὔξησίς ἐστι, φασί, λόγος μέγεθος περιτιθεὶς τοῖς ὑποκειμένοις· δύναται γὰρ ἀμέλει καὶ ὕψους καὶ πάθους καὶ τρόπων εἶναι κοινὸς οὗτος ὁ ὅρος, ἐπειδὴ κἀκεῖνα τῷ λόγῳ περιτίθησι ποιόν τι μέγεθος. ἐμοὶ δὲ φαίνεται ταῦτα ἀλλήλων παραλλάττειν, ᾗ κεῖται τὸ μὲν ὕψος ἐν διάρματι, ἡ δ’ αὔξησις καὶ ἐν πλήθει· διὸ κεῖνο μὲν κἀν νοήματι ἑνὶ πολλάκις, ἡ δὲ πάντως μετὰ ποσότητος καὶ περιουσίας τινὸς ὑφίσταται.
12.2 καὶ ἔστιν ἡ αὔξησις, ὡς τύπῳ περιλαβεῖν, συμπλήρωσις ἀπὸ πάντων τῶν ἐμφερομένων τοῖς πράγμασι μορίων καὶ τόπων, ἰσχυροποιοῦσα τῇ ἐπιμονῇ τὸ κατεσκευασμένον, ταύτῃ τῆς πίστεως διεστῶσα, ὅτι ἡ μὲν τὸ ζητούμενον ἀποδείκνυσιν πλουσιώτατα, καθάπερ τι πέλαγος, εἰς ἀναπεπταμένον κέχυται πολλαχῇ μέγεθος.
12.3 ὅθεν, οἶμαι, κατὰ λόγον ὁ μὲν ῥήτωρ ἅτε παθητικώτερος πολὺ τὸ διάπυρον ἔχει καὶ θυμικῶς ἐκφλεγόμενον, ὁ δὲ καθεστὼς ἐν ὄγκῳ καὶ μεγαλοπρεπεῖ σεμνότητι, οὐκ ἔψυκται μέν, ἀλλ’ οὐχ οὕτως ἐπέστραπται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi