Thesauros Edebiyat rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
16.3 καίτοι παρὰ τῷ Εὐπόλιδι. τοῦ ὅρκου τὸ σπέρμα φασὶν εὑρῆσθαι· οὐ γὰρ μὰ τὴν Μαραθῶνι τὴν ἐμὴν μάχην, χαίρων τις αὐτῶν τοὐμὸν ἀλγυνεῖ κέαρ. ἔστι δ’ οὐ τὸ ὁπωσοῦν τινὰ ὀμόσαι μέγα, τὸ δὲ ποῦ καὶ πῶς καὶ ἐφ’ ὧν καιρῶν καὶ τίνος ἕνεκα. ἀλλ’ ἐκεῖ μὲν οὐδέν ἐστ’ εἰ μὴ ὅρκος, καὶ πρὸς εὐτυχοῦντας ἔτι καὶ οὐ δεομένους παρηγορίας τοὺς Ἀθηναίους, ἔτι δ’ οὐχὶ τοὺς ἄνδρας ἀπαθανατίσας ὁ ποιητὴς ὤμοσεν, ἵνα τῆς ἐκείνων ἀρετῆς τοῖς ἀκούουσιν ἐντέκῃ λόγον ἄξιον, ἀλλ’ ἀπὸ τῶν προκινδυνευσάντων ἐπὶ τὸ ἄψυχον ἀπεπλανήθη, τὴν μάχην. παρὰ δὲ τῷ Δημοσθένει πεπραγμάτευται πρὸς ἡττημένους ὁ ὅρκος, ὡς μὴ Χαιρώνειαν ἔτ’ Ἀθηναίοις ἀτύχημα φαίνεσθαι, καὶ ταὐτόν, ὡς ἔφην, ἅμα ἀπόδειξίς ἐστι τοῦ μηδὲν ἡμαρτηκέναι παράδειγμα ὅρκων πίστις ἐγκώμιον προτροπή.
16.4 κἀπειδήπερ ὑπήντα τῷ ῥήτορι· λέγεις ἧτταν πολιτευσάμενος, εἶτα νίκας ὀμνύεις, διὰ ταῦθ’ ἑξῆς κανονίζει καὶ δι’ ἀσφαλείας ἄγει καὶ ὀνόματα, διδάσκων ὅτι κἀν βακχεύμασι νήφειν ἀναγκαῖον· τοὺς προκινδυνεύσαντας φησὶ Μαραθῶνι καὶ τοὺς Σαλαμῖνι καὶ ἐπ’ Ἀρτεμισίῳ ναυμαχήσαντας, καὶ τοὺς ἐν Πλαταιαῖς παραταξαμένους. οὐδαμοῦ νικήσαντας εἶπεν, ἀλλὰ πάντη τὸ τοῦ τέλους διακέκλοφεν ὄνομα, ἐπειδήπερ ἦν εὐτυχὲς καὶ τοῖς κατὰ Χαιρώνειαν ὑπεναντίον. διόπερ καὶ τὸν ἀκροατὴν φθάνων εὐθὺς ὑποφέρει· οὓς ἅπαντας ἔθαψε δημοσίᾳ φησὶν ἡ πόλις, Αἰσχίνη, οὐχὶ τοὺς κατορθώσαντας μόνους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi