Thesauros Edebiyat rhetoric Περὶ ὕψους

Περὶ ὕψους

Περὶ ὕψους Longinus 1st cent
8.2 ἀλλ’ εἰ μὲν ὡς ἕν τι ταῦτ’ ἄμφω, τό τε ὕψος καὶ τὸ παθητικόν, καὶ ἔδοξεν αὐτῷ πάντη συνυπάρχειν τε ἀλλήλοις καὶ συμπεφυκέναι, διαμαρτάνει· καὶ γὰρ πάθη τινὰ διεστῶτα ὕψους καὶ ταπεινὰ εὑρίσκεται, καθάπερ οἶκτοι λῦπαι φόβοι, καὶ ἔμπαλιν πολλὰ ὕψη δίχα πάθους, ὡς πρὸς μυρίοις ἄλλοις καὶ τὰ περὶ τοὺς Ἀλωάδας τῷ ποιητῇ παρατετολμημένα, Ὄσσαν ἐπ’ Οὐλύμπῳ μέμασαν θέμεν· αὐτὰρ ἐπ’ Ὄσσῃ Πήλιον εἰνοσίφυλλον, ἵν’ οὐρανὸς ἄμβατος εἴη· καὶ τὸ τούτοις ἔτι μεῖζον ἐπιφερόμενον, καί νύ κεν ἐξετέλεσσαν.
8.3 παρά γε μὴν τοῖς ῥήτορσι τὰ ἐγκώμια καὶ τὰ πομπικὰ καὶ ἐπιδεικτικὰ τὸν μὲν ὄγκον καὶ τὸ ὑψηλὸν ἐξ ἅπαντος περιέχει, πάθους δὲ χηρεύει κατὰ τὸ πλεῖστον, ὅθεν ἥκιστα τῶν ῥητόρων οἱ περιπαθεῖς ἐγκωμιαστικοὶ ἢ ἔμπαλιν οἱ ἐπαινετικοὶ περιπαθεῖς.
8.4 εἰ δ’ αὖ πάλιν ἐξ ὅλου μὴ ἐνόμισεν ὁ Κεκίλιος τὸ ἐμπαθὲς ἐς τὰ ὕψη ποτὲ συντελεῖν, καὶ διὰ τοῦτ’ οὐχ ἡγήσατο μνήμης ἄξιον, πάνυ διηπάτηται· θαρρῶν γὰρ ἀφορισαίμην ἄν, ὡς οὐδὲν οὕτως ὡς τὸ γενναῖον πάθος, ἔνθα χρή, μεγαλήγορον, ὥπερ ὑπὸ μανίας τινὸς καὶ πνεύματος ἐνθουσιαστικῶς ἐκπνέον καὶ οἱονεὶ φοιβάζον τοὺς λόγους.
9.1 Οὐ μὴν ἀλλ’ ἐπεὶ τὴν κρατίστην μοῖραν ἐπέχει τῶν ἄλλων τὸ πρῶτον, λέγω δὲ τὸ μεγαλοφυές, χρὴ κἀνταῦθα, καὶ εἰ δωρητὸν τὸ πρᾶγμα μᾶλλον ἢ κτητόν, ὅμως καθ̓ ὅσον οἷόν τε τὰς ψυχὰς ἀνατρέφειν πρὸς τὰ μεγέθη, καὶ ὥσπερ ἐγκύμονας ἀεὶ ποιεῖν γενναίου παραστήματος.
9.2 τίνα, φήσεις, τρόπον; γέγραφά που καὶ ἑτέρωθι τὸ τοιοῦτον· ὕψος μεγαλοφροσύνης ἀπήχημα. ὅθεν καὶ φωνῆς δίχα θαυμάζεταί ποτε ψιλὴ καθ’ ἑαυτὴν ἡ ἔννοια δι’ αὐτὸ τὸ μεγαλόφρον, ὡς ἡ τοῦ Αἴαντος ἐν Νεκυίᾳ σιωπὴ μέγα καὶ παντὸς ὑψηλότερον λόγου.
9.3 πρῶτον οὖν τὸ ἐξ οὗ γίνεται προϋποτίθεσθαι πάντως ἀναγκαῖον, ὡς ἔχειν δεῖ τὸν ἀληθῆ ῥήτορα μὴ ταπεινὸν φρόνημα καὶ ἀγεννές. οὐδὲ γὰρ οἷόν τε μικρὰ καὶ δουλοπρεπῆ φρονοῦντας καὶ ἐπιτηδεύοντας παρ’ ὅλον τὸν βίον θαυμαστόν τι καὶ τοῦ παντὸς αἰῶνος ἐξενεγκεῖν ἄξιον· μεγάλοι δὲ οἱ λόγοι τούτων, κατὰ τὸ εἰκός, ὧν ἂν ἐμβριθεῖς ὦσιν αἱ ἔννοιαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi