8
τί δέ, ἔφη, ποιήσεις, ὅταν ἄλλα ὑποδήματα μὴ ἔχῃς, τὰ δὲ ὄντα ἐνοχλῇ καὶ διακόπτῃ τοὺς πόδας; ἆρα οὐχ ὑπολυσάμενος ὅτι τάχιστα ἀνυπόδητος βαδίσεις; ἀλλὰ κἂν αὐτόματον λυθῇ, πάλιν ἐπιδεῖς τε καὶ σφίγγεις τὸν πόδα; καὶ γὰρ δὴ ὥσπερ οἱ ἀνυπόδητοι ἐνίοτε ῥᾷον βαδίζουσι τῶν φαύλως ὑποδεδεμένων, οὕτως πολλοὶ χωρὶς οἰκετῶν ῥᾷον ζῶσι καὶ ἀλυπότερον τῶν πολλοὺς οἰκέτας ἐχόντων.
9
οὐχ ὁρᾷς τοὺς πλουσίους, ὁπόσα πράγματα ἔχουσιν, οἱ μὲν θεραπεύοντες τοὺς νοσοῦντας τῶν οἰκετῶν καὶ δεόμενοι ἰατρῶν καὶ τῶν ἄλλων τῶν παραμενούντων; καὶ γὰρ ὡς τὸ πολὺ πέφυκεν ἀμελεῖν αὑτῶν τὰ ἀνδράποδα καὶ οὐ προσέχειν ἐν ταῖς νόσοις, τὸ μέν τι ὑπὸ ἀκρατείας, τὸ δὲ ἡγούμενα, εἴ τι πάθοι, τοὺς δεσπότας ζημιώσεσθαι, οὐχ αὑτούς· οἱ δὲ μαστιγοῦντες ὁσημέραι, ἕτεροι δὲ δεσμεύοντες, ἄλλοι διώκοντες φεύγοντας. καὶ γάρ τοι οὔτε ἀποδημῆσαι δύνανται ῥᾳδίως, ὁπόταν δοκῇ αὐτοῖς, οὔτε μένοντες σχολὴν ἄγουσι.
10
τὸ δὲ πάντων γελοιότατον· ἐνίοτε ἀποροῦσι διακόνων μᾶλλον τῶν πενήτων τε καὶ οὐκ ἐχόντων οὐδένα οἰκέτην. καὶ ἔστι τὸ πρᾶγμα ὅμοιον τοῖς ἰούλοις· οἶμαι γάρ σε εἰδέναι· καὶ γὰρ ἐκεῖνοι μυρίους πόδας ἔχοντες βραδύτατοί εἰσι τῶν ἑρπετῶν. οὐκ οἶσθα ὅτι τὸ σῶμα ἡ φύσις ἑκάστῳ ἐποίησεν ἱκανὸν εἶναι πρὸς τὴν ἑαυτοῦ θεραπείαν; πόδας μέν, ὥστε ἀπιέναι, χεῖρας δέ, ὥστε ἐργάζεσθαι καὶ τοῦ ἄλλου σώματος ἐπιμελεῖσθαι, ὀφθαλμοὺς δέ, ὥστε ὁρᾶν, ὦτα δέ, ὥστε ἀκούειν.
11
πρὸς δὲ τούτοις σύμμετρον ἐποίησε τὴν γαστέρα, καὶ οὐ δεῖται πλείονος τροφῆς ὁ ἄνθρωπος ἢ δυνατός ἐστιν αὑτῷ πορίζειν, ἀλλὰ τοῦτο μέτρονἑκάστῳ ἱκανώτατον καὶ ἄριστον καὶ ὑγιέστατον. ὥσπερ οὖν ἡ χεὶρ ἀσθενεστέρα ἐστὶν ἡ πλείονας δακτύλους ἔχουσα τῶν φύσει γιγνομένων, καὶ ὁ τοιοῦτος ἄνθρωπος ἀνάπηρος καλεῖται τρόπον τινὰ ᾧ ἂν ἔξωθεν προσφυῇ δάκτυλος περιττός, καὶ μηδὲ τοῖς ἄλλοις χρῆσθαι δύναται κατὰ τρόπον, οὕτως ὅταν πολλοὶ πόδες καὶ πολλαὶχεῖρες καὶ πολλαὶ γαστέρες ἀνθρώπῳ τινὶ προσγένωνται, μὰ Δίʼ οὐκ ἰσχυρότερος οὗτος γίγνεται πρὸς οὐδὲν οὐδὲ μᾶλλον τυγχάνει ὧν δεῖ τυγχάνειν αὐτόν, ἀλλὰ πολὺ ἔλαττον καὶ δυσχερέστερον.