24
Ὁμήρῳ μὲν οὖν ἀσφαλὲς ἦν ἴσως πορεύεσθαι παρὰ τὸν Ἀπόλλω εἰς Δελφούς, ἅτε διγλώττῳ ἐπισταμένῳ τὰς φωνάς, — εἴπερ ἁπάσας ἠπίστατο, ἀλλὰ μὴ ὀλίγʼ ἄττα· ὥσπερ οἱ δύο ἢ τρία Περσικὰ εἰδότες ῥήματα ἢ Μηδικὰ ἢ Ἀσσύρια τοὺς ἀγνοοῦντας ἐξαπατῶσι — σὺ δὲ οὐ δέδοικας μὴ ἄλλα τοῦ θεοῦ λέγοντος ἄλλα διανοηθῇς; ὥσπερ οὖν φασι Λάϊον ἐκεῖνον, τὸν γενόμενον Χρυσίππου ἐραστήν, ὃς ἀφικόμενος εἰς Δελφοὺσ̔??ʼἐπηρώτα τὸν θεὸν ὅπως αὐτῷ ἔσοιντο παῖδες. ἔχρησεν οὖν μὴ γεννᾶν, ἢ ἐκτιθέναι γεννήσαντα.
25
οὕτω δὲ ἀνόητος ἦν ὁ Λάϊος ὥστε ἀμφότερα παρακοῦσαι τοῦ θεοῦ· καὶ γὰρ ἐγέννησε καὶ ἔθρεψεν. ἔπειτα καὶ αὐτὸς ἀπώλετο καὶ πᾶς ὁ οἶκος αὐτοῦ, διότι ἀδύνατος ὢν ἐπεχείρησε τῷ Ἀπόλλωνι χρῆσθαι. μὴ γὰρ ταῦτα ἀκούσας τὸν Οἰδίποδαοὐκ ἂν ἐξέθηκεν. ὁ δὲ οἴκοι τραφεὶς οὐκ ἂν ἀπέκτεινε τὸν Λάϊον, ἐπιστάμενος ὅτι αὐτοῦ παῖς εἴη.
26
καὶ τοίνυν τὰ περὶ Κροῖσον ἀκήκοας τὸν Λυδόν, ὃς ἡγούμενος πείθεσθαι τῷ θεῷ παντὸς μᾶλλον καὶ διαβὰς τὸν ποταμὸν τὸν Ἅλυν, τὴν ἀρχὴν ἀπέβαλε, καὶ αὐτὸς ἐν πέδαις ἐδέθη καὶ ὀλίγου κατεκαύθη ζῶν. ἢ σὺ οἴει φρονιμώτερος εἶναι Κροίσου, ἀνδρὸς οὕτω πλουσίου καὶ τοσούτων ἀνθρώπων ἄρχοντος καὶ Σόλωνι συγγενομένου καὶ ἄλλοις παμπόλλοις σοφισταῖς;
27
τὸν δὲ Ὀρέστην καὶ αὐτὸν δήπου ὁρᾷς ἐν ταῖς τραγῳδίαις ἐγκαλοῦντα τῷ θεῷ καὶ μεμφόμενον, ὁπότε μαίνοιτο, ὡς συμβουλεύσαντος ἐκείνου τὴν μητέρα ἀποκτεῖναι. καί τοι μὴ νόμιζετὸν Ἀπόλλωνα χαλεπόν τι ἢ αἰσχρὸν προστάξαι τοῖς ἐρωτῶσιν αὐτόν. ἀλλʼ ὅπερ εἶπον, χρῆσθαι τῷ θεῷ ἀδύνατοι ὄντες, ἔπειτα ἐπιχειροῦντες, οὐχ αὑτούς, ἀλλʼ ἐκεῖνον αἰτιῶνται. σὺ οὖν, ἐάν μοι πεισθῇς, φυλάξῃ, καὶ πρότερον προθυμήσῃ γνῶναι σεαυτόν, ἔπειτα φρονήσας, ἐὰν δοκῇ σοι, τότε ἤδη μαντεύσῃ.