28
ἐγὼ μὲν γὰροἶμαί σε μηδὲν δεήσεσθαι μαντείας νοῦν ἔχοντα. καὶ γὰρ δὴ ὅρα, ἐάν σε κελεύσῃ γράφειν καὶ ἀναγιγνώσκειν ὀρθῶς μὴ γραμματικὸν ὄντα, οὐ δυνήσῃ. γράμματα δὲ εἰδώς, καὶ μὴ τοῦ θεοῦ κελεύοντος κατὰ τρόπον γράψεις καὶ ἀναγνώσῃ. ὁμοίως δὲ ἄλλο ὁτιοῦν πράττειν, ἐὰν συμβουλεύσῃ σοι μὴ ἐπισταμένῳ, οὐχ οἷός τε ἔσει. καὶζῆν ὀρθῶς οὐ δυνήσῃ μὴ ἐπιστάμενος, οὐδʼ ἂν κατὰ τὴν ἡμέραν ἑκάστην τὸν Ἀπόλλω ἐνοχλῇς καὶ σοὶ μόνῳ σχολάζῃ. νοῦν δὲ ἔχωνς γνώσῃ ἀπὸ σεαυτοῦ ὅ, τι σοι πρακτέον ἐστὶ καὶ ὅπως.
29
ὃ δὲ ἔλαθέ με περὶ τοῦ Οἰδίποδος εἰπεῖν, ὅτι εἰς Δελφοὺς μὲν οὐκ ἦλθε μαντευσόμενος, τῷ δὲ Τειρεσίᾳ συμβαλὼν μεγάλα κακὰ ἀπέλαυσετῆς ἐκείνου μαντικῆς διὰ τὴν αὑτοῦ ἄγνοιαν. ἔγνω γὰρ ὅτι τῇ μητρὶ συνεγένετο καὶ παῖδές εἰσιν αὐτῷ ἐξ ἐκείνης· καὶ μετὰ ταῦτα, δέον ἴσως κρύπτειν τοῦτο ἢ ποιῆσαι νόμιμον τοῖς Θηβαίοις, πρῶτον μὲν πᾶσιν ἐποίησε φανερόν, ἔπειτα ἠγανάκτει καὶ ἐβόα μεγάλα, ὅτι τῶν αὐτῶν πατήρ ἐστι καὶ ἀδελφὸς καὶ τῆς αὐτῆς γυναικὸς ἀνὴρ καὶ υἱός.
30
οἱ δὲ ἀλεκτρυόνες οὐκ ἀγανακτοῦσιν ἐπὶ τούτοις οὐδὲ οἱ κύνες οὐδὲ τῶν ὄνων οὐδείς, οὐδὲ οἱ Πέρσαι· καίτοι δοκοῦσι τῶν κατὰ τὴν Ἀσίαν ἄριστοι. πρὸς δὲ τούτοις ἐτύφλωσεν αὑτόν· ἔπειτα ἠλᾶτο τετυφλωμένος, ὥσπερ οὐ δυνάμενος βλέπων πλανᾶσθαι. καὶ ὃς ἀκούσας ἔφη, Σὺ μέν, ὦ Διόγενες, ἀναισθητότατον ἁπάντων ἀνθρώπων ἀποφαίνεις τὸν Οἰδίπουν· οἱ δὲ Ἕλληνες οἴονται οὐκ εὐτυχῆ μὲν γενέσθαι ἄνθρωπον, συνετὸν δὲ πάντων μάλιστα·
31
μόνον γοῦν αὐτὸν λῦσαι τὸ αἴνιγμα τῆς Σφιγγός. καὶ ὁ Διογένης γελάσας, Μὴ γάρ, ἔφη, ἐκεῖνος ἔλυσε τὸ αἴνιγμα; οὐκ ἀκήκοας ὅτι ἄνθρωπον αὐτὸν ἐκέλευσε γνῶναι ἡ Σφίγξ; ὁ δὲ ἄνθρωπον μὲν ὅ ἐστιν οὔτε εἶπεν οὔτε ἔγνω· τὸ δὲ ὄνομα τὸ τοῦ ἀνθρώπου λέγων ᾤετο λέγειν τὸ ἐρωτώμενον· ὥσπερ εἴ τις ἐρωτηθεὶς τί ἐστι Σωκράτης, ὁ δὲ μηδὲν εἴποι πλέον τοῦ ὀνόματος, ὅτι Σωκράτης. ἐγὼ δὲ ἤκουσά του λέγοντος ὅτι ἡ Σφίγξ ἡ ἀμαθία ἐστίν.