4
οὐκ ἂν οὖν θαυμάσαιμι καὶ ὑμᾶς, ἄνδρες Ἰλιεῖς, εἰ πιστότερον ἡγήσασθαι Ὅμηρον τὰ χαλεπώτατα ψευσάμενον καθʼ ὑμῶν ἢ ἐμὲ τἀληθῆ λέγοντα, κἀκεῖνον μὲν ὑπολαβεῖν θεῖον ἄνδρα καὶ σοφόν,καὶ τοὺς παῖδας εὐθὺς ἐξ ἀρχῆς τὰ ἔπη διδάσκειν οὐθὲν ἄλλο ἢ κατάρας ἔχοντα κατὰ τῆς πόλεως, καὶ ταύτας οὐκ ἀληθεῖς, ἐμοῦ δὲ μὴ ἀνέχοισθε τὰ ὄντα καὶ γενόμενα λέγοντος, ὅτι πολλοῖς ἔτεσιν ὕστερον Ὁμήρου γέγονα.
5
καίτοι φασὶ μὲν οἱ πολλοὶ τὸν χρόνον τῶν πραγμάτων καὶ κριτὴν ἄριστον εἶναι, ὅτι δʼ ἂν ἀκούωσι μετὰπολὺν χρόνον, διὰ τοῦτο ἄπιστον νομίζουσιν. εἰ μὲν οὖν παρʼ Ἀργείοις ἐτόλμων ἀντιλέγειν Ὁμήρῳ, καὶ τὴν ποίησιν αὐτοῦ δεικνύναι ψευδῆ περὶ τὰ μέγιστα, τυχὸν ἂν εἰκότως ἤχθοντό μοι καὶ τῆς πόλεως ἐξέβαλλον εἰ τὴν παρʼ ἐκείνων δόξαν ἐφαινόμην ἀφανίζων καὶ καθαιρῶν· ὑμᾶς δὲ δίκαιόν ἐστί μοι χάριν εἰδέναι καὶἀκροᾶσθαι προθύμως· ὑπὲρ γὰρ τῶν ὑμετέρων προγόνων ἐσπούδακα.
6
προλέγω δὲ ὑμῖν ὅτι τοὺς λόγους τούτους ἀνάγκη καὶ παρʼ ἑτέροις ῥηθῆναι καὶ πολλοὺς πυθέσθαι· τούτων δὲ οἱ μέν τινες οὐ συνήσουσιν, οἱ δὲ προσποιήσονται καταφρονεῖν, οὐ καταφρονοῦντες αὐτῶν, οἱ δέ τινες ἐπιχειρήσουσιν ἐξελέγχειν, μάλιστα δὲ οἶμαι τοὺς κακοδαίμονας σοφιστάς. ἐγὼ δὲ ἐπίσταμαι σαφῶς ὅτι οὐδὲ ὑμῖν πρὸς ἡδονὴν ἔσονται. οἱ γὰρ πλεῖστοι τῶν ἀνθρώπων οὕτως ἄγαν εἰσὶν ὑπὸ δόξης διεφθαρμένοι τὰς ψυχὰς ὥστε μᾶλλον ἐπιθυμοῦσι περιβόητοι εἶναι ἐπὶ τοῖς μεγίστοις ἀτυχήμασιν ἢ μηδὲν κακὸν ἔχοντες ἀγνοεῖσθαι.
7
αὐτοὺς γὰρ οἶμαι τοὺς Ἀργείους μὴ ἂν ἐθέλειν ἄλλως γεγονέναι τὰ περὶ τὸν Θυέστην καὶ τὸν Ἀτρέα καὶ τοὺς Πελοπίδας, ἀλλʼ ἄχθεσθαι σφόδρα, ἐάν τις ἐξελέγχῃ τοὺς μύθους τῶν τραγῳδῶν, λέγων ὅτι οὔτε Θυέστης ἐμοίχευσε τὴν τοῦ Ἀτρέως οὔτε ἐκεῖνος ἀπέκτεινε τοὺς τοῦ ἀδελφοῦ παῖδας οὐδὲ κατακόψας εἱστίασε τὸν Θυέστην οὔτε Ὀρέστης αὐτόχειρ ἐγένετο τῆς μητρός. ἅπαντα ταῦτα εἰ λέγοι τις, χαλεπῶς ἂν φέροιεν ὡς λοιδορούμενοι.