59
ἦν μὲν γάρ, ὡς πάντες λέγουσι, Διὸς υἱὸς ἐξ Ἀλκμήνης, βασιλεὺς δὲ οὐ μόνον Ἄργους, ἀλλὰ καὶ τῆς Ἑλλάδος ἁπάσης. τοῦτο δὲ οἱ πολλοὶ οὐκ ἴσασιν, ἀλλʼ ὅτι αὐτὸς ἀπεδήμει στρατευόμενος καὶ φυλάττων τὴν ἀρχήν, οἱ δʼ Εὐρυσθέα φασὶ βασιλεύειν τότε ὃς ἦν πάντων φιλοπονώτατος καὶ πολὺ κρείττων τῶν ἐκεῖ. ταῦτα μὲν οὖν λέγεται μάτην ὑπʼ αὐτῶν.
60
ἐκεῖνος δὲ οὐ μόνον τῆς Ἑλλάδος ἦν βασιλεύς, ἀλλʼ ἀπʼ ἀνίσχοντος ἡλίου μέχρι δυομένου πάσης ἦρχε γῆς καὶ τῶν ἀνθρώπων ἁπάντων, παρʼ οἷς ἱερά ἐστιν Ἡρακλέους.
61
ἦν δὲ καὶ πεπαιδευμένος ἁπλῶς, πολυτρόπως οὐδὲ περιττῶς σοφίσμασι καὶ πανουργήμασιν ἀνθρώπων κακοδαιμόνων. λέγουσι δὲ καὶ ταῦτα περὶ Ἡρακλέους, ὡς γυμνὸς ᾔει μόνον ἔχων λεοντῆν καὶ ῥόπαλον.
62
τοῦτο δὲ οὕτως λέγουσιν, ὅτι ἐκεῖνος οὔτε χρυσίον οὔτε ἀργύριον οὔτε ἐσθῆτα περὶ πολλοῦ ἐποιεῖτο, ἀλλὰ ταῦτα πάντα ἐνόμιζε τοῦ μηδενὸς ἄξια, πλὴν ὅσον δοῦναι καὶ χαρίσασθαι. πολλοῖς γοῦν οὐ μόνον χρήματα ἄπειρα καὶ γῆν καὶ ἀγέλας ἵππων καὶ βοῶν, ἀλλὰ βασιλείας καὶ πόλεις ὅλας ἐδωρήσατο. ἐπίστευε γὰρ αὑτοῦ πάντα εἶναι καὶ οὐδὲν ἀλλότριον, προσγίγνεσθαι δὲ τοῖς δοθεῖσι τὴν εὔνοιαν τῶν λαβόντων.
63
οὐ τοίνυν οὐδὲ ἐκεῖνο ἀληθές φασιν ὅτι δὴ περιῄει μόνος ἄνευ στρατιᾶς. οὐ γὰρ δυνατὸν πόλεις τε ἐξαιρεῖν καὶ τυράννους ἀνθρώπους καταλύειν καὶ πᾶσι πανταχοῦ προστάττειν χωρὶς δυνάμεως. δτι δὲ αὐτουργὸς ἦν καὶ τῇ ψυχῇ πρόθυμος καὶ τὸ σῶμα ἱκανὸς καὶ πάντων μάλιστα ἐπόνει, μόνον αὐτὸν ἔφασαν βαδίζειν καὶ πράττειν ἅπαντα ὅσα βούλοιτο.
64
καὶμὴν ὅ γε πατὴρ αὐτοῦ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο, ὁρμάς τε ἀγαθὰς ἐπιπέμπων καὶ εἰς ὁμιλίας ἀνθρώπων ἀγαθῶν ἄγων. ἐσήμαινε δὲ καὶ διʼ οἰωνῶν καὶ διʼ ἐμπύρων καὶ διὰ πάσης μαντικῆς ἕκαστα.