28
ἢ πόθεν μᾶλλον ἄρξασθαι ἔπρεπεν ἢ ἀπʼ αὐτοῦ τοῦ ἀδικήματος καὶ τῆς ὕβρεως τοῦ Ἀλεξάνδρου, δι’ ἣν συνέστη ὁ πόλεμος, ἐπειδὴ συνωργίζοντο ἂν πάντες οἱ τῇ ποιήσει ἐντυγχάνοντες καὶ συνεφιλονίκουν ὑπὲρ τοῦ τέλους καὶ μηδεὶς ἠλέει τοὺς Τρῶας ἐφʼ οἷς ἔπασχον· οὕτω γὰρ εὐνούστερον καὶ προθυμότερον ἕξειν ἔμελλε τὸν ἀκροατήν.
29
εἰ δʼ αὖ ἐβούλετο τὰ μέγιστα καὶ φοβερώτατα εἰπεῖν καὶ πάθη παντοδαπὰ καὶ συμφοράς, ἔτι δὲ ὃ πάντων μάλιστα ἕκαστος ἐπόθει ἀκοῦσαι, τί μεῖζον ἢ δεινότερον εἶχεν εἰπεῖν τῆς ἁλώσεως; οὔτε ἀνθρώπους πλείους ἀποθνήσκοντας οὐδὲ οἰκτρότερον τοὺς μὲν ἐπὶ τοὺς βωμοὺς τῶν θεῶν καταφεύγοντας, τοὺς δὲ ἀμυνομένους ὑπὲρ τῶν τέκνων καὶ τῶν γυναικῶν, οὔτε γυναῖκας ἢ παρθένους ἄλλοτε ἀγομένας βασιλίδας ἐπὶ δουλείᾳ τε καὶ αἰσχύνῃ, τὰς μὲν ἀνδρῶν, τὰς δὲ πατέρων, τὰς δὲ ἀδελφῶν ἀποσπωμένας, τὰς δέ τινας αὐτῶν τῶν ἀγαλμάτων, ὁρώσας μὲν τοὺς φιλτάτους ἄνδρας ἐν φόνῳ κειμένους καὶ μὴ δυναμένας ἀσπάσασθαι μηδὲ καθελεῖν τοὺς ὀφθαλμούς, ὁρώσας δὲ τὰ νήπια βρέφη πρὸς τῇ γῇ παιόμενα ὠμῶς,
30
οὔτε ἱερὰ πορθούμενα θεῶν οὔτε χρημάτων πλῆθος ἁρπαζόμενον οὔτε κατʼ ἄκρας ὅλην ἐμπιμπρα μένην τὴν πόλιν οὔτε μείζονα βοὴν ἢ κτύπον χαλκοῦ τε καὶ πυρὸς τῶν μὲν φθειρομένων, τῶν δὲ ῥιπτουμένων· ἃ τὸν Πρίαμον πεποίηκε λέγοντα ἐπʼ ὀλίγον ὡς ἐσόμενα, ἃ τυχὸν αὐτῷ ὡς γιγνόμενα διελθεῖν, ὅπως ἐβούλετο καὶ μεθʼ ὅσου τἄλλα εἰώθει δείματος, ἐκπλήττων τε καὶ αὔξων τὰ μικρότατα.
31
εἰ δέ γε ἤθελεν ἀνδρῶν ἐπισήμων εἰπεῖν θάνατον, πῶς ἀπέλιπε τὸν τοῦ Ἀχιλλέως καὶ τὸν τοῦ Μέμνονος καὶ Ἀντιλόχου καὶ Αἴαντος καὶ αὐτοῦ τοῦ Ἀλεξάνδρου; πῶς δὲ τὴν Ἀμαζόνων στρατείαν καὶ τὴν μάχην ἐκείνην τὴν λεγομένην τοῦ Ἀχιλλέως καὶ τῆς Ἀμαζόνος γενέσθαι καλὴν οὕτως καὶ παράδοξον;
32
ὁπότε τὸν ποταμὸν αὐτῷ πεποίηκε μαχόμενον ὑπὲρ τοῦ λέγειν τι θαυμαστόν, ἔτι δὲ τοῦ Ἡφαίστου καὶ τοῦ Σκαμάνδρου μάχην καὶ τῶν ἄλλων θεῶν πρὸς ἀλλήλους, τροπάς τε καὶ ἥττας καὶ τραύματα ἐπιθυμῶν ὅ, τι εἴποι μέγα καὶ θαυμαστόν, ὑπὸ ἀπορίας πραγμάτων τοσούτων ἔτι καὶ τηλικούτων ἀπολειπομένων.