65
ἐπεὶ δὲ ἐώρα βουλόμενον ἄρχειν αὐτόν, οὐ τῶν ἡδονῶν οὐδὲ τῶν πλεονεξιῶν ἐπιθυμοῦντα, ὧν ἕνεκεν οἱ πολλοὶ τούτου ἐρῶσιν, ἀλλ̓ὡς ἂν δύνηται πλεῖστα καὶ πλείστους εὖ ποιεῖν, ἐπιστάμενος αὐτοῦ γενναίαν οὖσαν τὴν φύσιν, ὅμως δὲ ὑπονοῶν ὅσον ἦν ἐν αὐτῷ θνητόν, καὶ ὅτι πολλὰ παραδείγματα ἐν ἀνθρώποις πονηρὰ εἴη τρυφῆς καὶ ἀκολασίας καὶ πολλοὶ παρατρέπουσιν ἄκοντα τὸν πεφυκότα ὀρθῶς ἔξω τῆς αὑτοῦ φύσεώς τε καὶ γνώμης, ταῦτα λογιζόμενος Ἑρμῆν ἔπεμψε, κελεύσας ἃ δεῖ ποιεῖν.
66
ὁ δὲ ἀφικόμενος εἰς Θήβας, ἔνθα νέος ὢν ἐτρέφετο Ἡρακλῆς, ἔφραζέν τε ὃς εἴη καὶ παρʼ ὅτου πεμφθείς, καὶ ἄγει λαβὼν αὐτὸν ἄφραστον καὶ ἄβατον ἀνθρώποις ὁδόν, ἕως ἦλθεν ἐπί τινα ὑπεροχὴν ὄρους περιφανῆ καὶ σφόδρα ὑψηλήν, τὰ δὲ ἔξωθεν δεινῶς ἀπότομον κρημνοῖσὀρθίοις καὶ βαθείᾳ φάραγγι ποταμοῦ κύκλῳ περιρρέοντος, πολὺν ψόφον τε καὶ ἦχον ἀναδιδόντος, ὡς τοῖς κάτωθεν ἀναβλέπουσι μίαν ὁρᾶσθαι τὴν ἄνω κορυφήν, τὸ δὲ ἀληθὲς ἦν δίδυμος ἐκ μιᾶς ῥίζης, καὶ πολύ γε ἀλλήλων διεστήκεσαν.
67
ἐκαλεῖτο δὲ αὐτῶν ἡ μὲν βασίλειος ἄκρα, ἱερὰ Διὸς βασιλέως, ἡ δὲ ἑτέρα τυραννική,Τυφῶνος ἐπώνυμος. δύο δὲ εἶχον ἔξωθεν ἐφόδους εἰς αὑτάς, ἑκατέρα ἡ μὲν βασίλειος ἀσφαλῆ καὶ πλατεῖαν, ὡς ἀκινδύνως τε καὶ ἀπταίστως διʼ αὐτῆς εἰσιέναι ἐφʼ ἅρματος ἐλαύνοντα, εἴ τῳ δεδομένον εἴη παρὰ τοῦ μεγίστου θεῶν· ἡ δὲ ἑτέρα στενήν τε καὶ σκολιὰν καὶ βίαιον, ὡς τοὺς πλείστους πειρωμένους αὐτῆς οἴχεσθαι κατὰ τῶν κρημνῶν καὶ τοῦ ῥεύματος, ἅτε οἶμαι παρὰ δίκην ἰόντας.
68
φαίνεται μὲν οὖν, ὅπερ ἔφην, τοῖς πολλοῖς, ἅτε ὁρῶσι μακρόθεν, ἄμφω μία τε καὶ ἐν ταὐτῷ σχεδόν, ὑπερέχει δὲ ἡ βασίλειος κορυφὴ τοσοῦτον ὥστʼ ἐκείνη μὲν ἐπάνω τῶν νεφῶν ἐστιν, ἐν αὐτῷ τῷ τε καθαρῷ καὶ αἰθρίῳ ἀέρι, ἡ δὲ ἑτέρα πολὺ κατωτέρω, περὶ αὐτὴν μάλιστα τὴν τῶν νεφῶν συστροφήν, σκοτεινὴ καὶ ἀχλυώδης.
69
ἄγων οὖν ἐκεῖσε ὁ Ἑρμῆς ἐπέδειξε τὴν φύσιν τοῦ χωρίου. τοῦ δὲ Ἡρακλέους, ἅτε νέου καὶ φιλοτίμου, προθυμουμένου θεάσασθαι τἄνδον, Οὐκοῦν ἕπου, φησίν, ἵνα καὶ σαφῶς ἴδῃς τὴν διαφορὰν τῶν ἄλλων, ἃ λανθάνει τοὺς ἀνοήτους.