70
ὕστερον δὲ Ἀλεξάνδρου τελευτήσαντος, οὗ λέγεται ἐρᾶν, Δηιφόβῳ συνεῖναι, καθάπερ οἶμαι κἀκείνῳ τῆς Ἀφροδίτης ὑποσχομένης, καὶ μήτε αὐτὴν ἐθέλειν ἀπιέναι παρὰ τὸν αὑτῆς ἄνδρα μήτε τοὺς Τρῶας ἀποδοῦναι τὴν Ἑλένην βίᾳ, μέχρι ἁλῶναι τὴν πόλιν. τούτων οὐθὲν εἰκὸς οὐδὲ δυνατόν. ἔτι δὲ καὶ τόδε πρὸς τοῖς εἰρημένοις. τοὺς μὲν ἄλλους ἅπαντας Ἀχαιούς φησιν Ὅμηρος κοινωνῆσαι, οἷς ἧττον ἔμελε, τῆς δυνάμεως· Κάστορα δὲ καὶ Πολυδεύκην μόνους μὴ ἀφικέσθαι, τοὺς μάλιστα ὑβρισμένους.
71
ταύτην δὲ τὴν ἀλογίαν κρύπτων Ὅμηρος πεποίηκε θαυμάζουσαν τὴν Ἑλένην· ἔπειτα αὐτὸς ἀπελογήσατο, εἰπὼν ὅτι τεθνήκεσαν πρότερον. οὐκοῦν τό γε ζώντων αὐτὴν ἁρπασθῆναι δῆλόν ἐστιν. ἔπειταπῶς Ἀγαμέμνονα περιέμενον δέκα ἔτη διατρίβοντα καὶ συνάγοντα στρατιάν, ἀλλʼ οὐκ εὐθὺς ἐδίωξαν τὴν ἀδελφήν, μάλιστα μὲν εἰ κατὰ πλοῦν ἕλοιεν·
72
εἰ δʼ οὖν, ὡς πολεμήσοντες μετὰ τῆς αὑτῶν δυνάμεως; οὐ γὰρ ἐπὶ Θησέα μὲν ἦλθον εὐθύς, ἄνδρα Ἕλληνα καὶ τῶν ἄλλων ἄριστον, ἔτι δὲ αὐτόν τε πολλῶν ἄρχοντα καὶ Ἡρακλέους ἑταῖρον καὶ Πειρίθου καὶ Θετταλοὺς καὶ Βοιωτοὺς ἔχοντα συμμάχους· ἐπὶ δὲ Ἀλέξανδρον οὐκ ἂν ἦλθον, ἀλλὰ τοὺς Ἀτρείδας περιέμενον δέκα ἔτη συλλέγοντας τὴν δύναμιν. ἴσως γὰρ εἰκὸς ἦν καὶ αὐτὸν ἀφικέσθαι τὸν Τυνδάρεων καὶ μηθὲν αὐτὸν κωλῦσαι τὴν ἡλικίαν.
73
οὐ γὰρ δὴ Νέστορος παλαιότερος ἦν οὐδὲ Φοίνικος, οὐδὲ μᾶλλον ἐκείνους προσῆκον ἦν ἀγανακτεῖν ἢ τὸν πατέρα αὐτόν. ἀλλʼ οὔτε αὐτὸς οὔτε οἱ παῖδες ἧκον οὐδὲ ἦν αὐτοῖς βουλομένοις τὰ τῆς στρατείας. ἑκόντες γὰρ αὐτοὶ τὴν Ἑλένην ἐξέδωκαν, προκρίναντεστῶν ἄλλων μνηστήρων τὸν Ἀλέξανδρον διὰ μέγεθος τῆς ἀρχῆς καὶ ἀνδρείαν· οὐδενὸς γὰρ ἦν χείρων τὴν ψυχήν. οὔτε οὖν ἐκεῖνοι ἀφίκοντο πολεμήσοντες οὔτε Λακεδαιμονίων οὐδείς, ἀλλὰ καὶ τοῦτο ψεῦδός ἐστιν ὅτι Μενέλαος ἦγε Λακεδαιμονίους καὶ τῆς Σπάρτης ἐβασίλευε Τυνδάρεω ζῶντος ἔτι.