83
ψευδὴς δὲ καὶ ἡ τοῦ Αἴαντος καὶ τοῦ Ἕκτορος μονομαχία καὶ πάνυ εὐήθης ἡ διάλυσις, πάλιν ἐκεῖ τοῦ Αἴαντος νικῶντος, πέρας δὲ οὐδέν, καὶ δῶρα δόντων ἀλλήλοις ὥσπερ φίλων. μετὰ δὲ ταῦτα ἤδη τἀληθῆ λέγει, τὴν τῶν Ἀχαιῶν ἧτταν καὶ τροπὴν καὶ τὰς τοῦ Ἕκτορος ἀριστείας καὶ τὸ πλῆθος τῶν ἀπολλυμένων, ὥσπερ ὑπέσχετο ἐρεῖν, τρόπον τινὰ ἄκων καὶ ἀναφέρων εἰς τιμὴν τοῦ Ἀχιλλέως.
84
καίτοι θεοφιλῆ γʼ εἶναι τὴν πόλιν φησὶ καὶ Δία ἄντικρυς πεποίηκε λέγοντα πασῶν τῶν ὑπὸ τὸν ἥλιον πόλεων τὸ Ἴλιον μάλιστα ἀγαπῆσαικαὶ τὸν Πρίαμον καὶ τὸν λαὸν αὐτοῦ. ἔπειτα ὀστράκου μεταπεσόντος, φασί, τοσοῦτον μετέβαλεν ὥστε οἴκτιστα ἀνελεῖν τὴν ἁπασῶν προσφιλεστάτην διʼ ἑνὸς ἀνδρὸς ἁμαρτίαν, εἴπερ ἥμαρτεν. ὅμως δὲ οὐχ οἷός τέ ἐστιν ἀποκρύψαι τὰ τοῦ Ἕκτορος ἔργα νικῶντος καὶ διώκοντος μέχρι τῶν νεῶν, ὁτὲ μὲν Ἄρει παραβάλλωναὐτόν, ὁτὲ δὲ φλογὶ λέγων τὴν ἀλκὴν ὅμοιον εἶναι, καὶ πάντων αὐτὸν ἐκπεπληγμένων τῶν ἀρίστων, μηδενὸς δὲ ἁπλῶς ὑπομένοντος αὐτόν, τοῦ τε Ἀπόλλωνος αὐτῷ παρισταμένου καὶ τοῦ Διὸς ἄνωθεν ἐπισημαίνοντος ἀνέμῳ καὶ βροντῇ —
85
ταῦτα γὰρ οὐ βουλόμενος εἰπεῖν οὕτως ἐναργῶς, ὅμως ἐπεὶ ἀληθῆ ἦν, ἀρξάμενος αὐτῶν οὐ δύναται ἀποστῆναι — τήν τε νύκτα ἐκείνην τὴν χαλεπὴν καὶ τὴν ἐν τῷ στρατοπέδῳ κατήφειαν καὶ τὴν τοῦ Ἀγαμέμνονος ἔκπληξιν καὶ τὰς οἰμωγάς, ἔτι δὲ τὴν νυκτερινὴν ἐκκλησίαν βουλευομένων ὅπως φύγοιεν, καὶ τὰς δεήσεις τὰς τοῦ Ἀχιλλέως, εἴ τι δύναιτο ἐκεῖνος ἄρα ὠφελῆσαι.
86
τῇ δʼ ὑστεραίᾳ τῷ μὲν Ἀγαμέμνονι χαρίζεταί τινα ἀριστείαν ἀνόνητον καὶ τῷ Διομήδει καὶ τῷ Ὀδυσσεῖ καὶ Εὐρυπύλῳ, καὶ τὸν Αἴαντά φησι μάχεσθαι προθύμως, εὐθὺς δὲ τοὺς Τρῶας ἐπικρατῆσαι καὶ τὸν Ἕκτορα ἐλαύνειν ἐπὶ τὸ τεῖχος τῶν Ἀχαιῶν καὶ τὰς ναῦς. καὶ ταῦτα μὲν λέγων δῆλός ἐστιν ὅτι ἀληθῆ λέγει καὶ τὰ γενόμενα ὑπʼ αὐτῶν τῶν πραγμάτων προαγόμενος· ὅταν δὲ αὔξῃ τοὺς Ἀχαιούς, πολλῆς ἀπορίας μεστός ἐστι καὶ πᾶσι φανερὸς ὅτι ψεύδεται· τὸν μὲν Αἴαντα δὶς κρατῆσαι τοῦ Ἕκτορος μάτην, ὁτὲ μὲν τῇ μονομαχίᾳ, πάλιν δὲ τῷ λίθῳ, τὸν δὲ Διομήδην τοῦ Αἰνείου, μηδὲ τούτου μηδὲν πράξαντος, ἀλλὰ τοὺς ἵππους μόνον λαβόντος, ὅπερ ἦν ἀνεξέλεγκτον.