92
ἐνταῦθα δὲ γενόμενος Ὅμηρος οὐδὲν ἔτι τἀληθοῦς ἐφρόντισεν, ἀλλʼ εἰς ἅπαν ἧκεν ἀναισχυντίας καὶ πάντα τὰ πράγματα ἁπλῶσἀνέτρεψε καὶ μετέστησεν εἰς τοὐναντίον, καταπεφρονηκὼς μὲν τῶν ἀνθρώπων, ὅτι καὶ τἄλλα ἑώρα πάνυ ῥᾳδίως πειθομένους αὐτοὺς καὶ περὶ τῶν θεῶν, οὐκ ὄντων δὲ ἑτέρων ποιητῶν οὐδὲ συγγραφέων, παρʼ οἷς ἐλέγετο τἀληθές, ἀλλʼ αὐτὸς πρῶτος ἐπιθέμενος ὑπὲρ τούτων γράφειν, γενεαῖς δὲ ὕστερον ξυνθεὶς πολλαῖς, τῶν εἰδότωναὐτὰ ἠφανισμένων καὶ τῶν ἐξ ἐκείνων ἔτι, ἀμαυρᾶς δὲ καὶ ἀσθενοῦς ἔτι φήμης ἀπολειπομένης, ὡς εἰκὸς περὶ τῶν σφόδρα παλαιῶν, ἔτι δὲ πρὸς τοὺς πολλοὺς καὶ ἰδιώτας μέλλων διηγεῖσθαι τὰ ἔπη, καὶ ταῦτα βελτίω ποιῶν τὰ τῶν Ἑλλήνων, ὡς μηδὲ τοὺς γιγνώσκοντας ἐξελέγχειν. οὕτως δὴ ἐτόλμησε τἀναντία τοῖς γενομένοις ποιῆσαι·
93
Τοῦ γὰρ Ἀχιλλέως ἐπιβοηθήσαντος ἐν τῇ καταλήψει τῶν νεῶν ὑπʼ ἀνάγκης τὸ πλέον καὶ τῆς αὑτοῦ σωτηρίας ἕνεκεν, τροπὴν μέν τινα γενέσθαι τῶν Τρώων καὶ ἀναχωρῆσαι παραχρῆμα ἀπὸ τῶν νεῶν αὐτοὺς καὶ σβεσθῆναι τὸ πῦρ, ἅτε ἐξαπίνης ἐπιπεσόντος τοῦ Ἀχιλλέως, καὶ τούς τε ἄλλους ἀποχωρεῖν καὶ τὸν Ἕκτορα ὑπάγειν αὑτὸν ἔξω τῆς τάφρου καὶ τῆς περὶ τὸ στρατόπεδον στενοχωρίας, σχέδην δὲ καὶ ἐφιστάμενον, ὥσπερ αὐτός φησιν Ὅμηρος.
94
συμπεσόντων δὲ καὶ μαχομένων πάλιν, τὸν Ἀχιλλέα κάλλιστα ἀγωνίσασθαι μετὰ τῶν αὑτοῦ, καὶ πολλοὺς ἀποκτεῖναι τῶν Τρώων καὶ τῶν ἐπικούρων, ἄλλους τε καὶ τὸν Σαρπηδόνα τὸν τοῦ Διὸς υἱὸν λεγόμενον εἶναι, βασιλέα Λυκίων· καὶ περὶ τὴν τοῦ ποταμοῦ διάβασιν ἀποχωρούντων γενέσθαι φόνον πολύν, οὐ μέντοι προτροπάδην φεύγειν αὐτούς, ἀλλὰ πολλὰς ἑκάστοτε ὑποστροφὰς γίγνεσθαι.