95
τὸν δὲ Ἕκτορα ἐν τούτῳ παραφυλάττειν, ἐμπειρότατον ὄντα καιρὸν μάχης ξυνεῖναι, καὶ μέχρι μὲν ἤκμαζεν ὁ Ἀχιλλεὺς καὶ νεαλὴς ὢν ἐμάχετο, μὴ ξυμφέρεσθαι αὐτῷ, μόνον δὲ τοὺς ἄλλους παρακαλεῖν· ἐπεὶ δʼ ᾐσθάνετο κάμνοντα ἤδη καὶ πολὺ τῆς πρότερον ὑφεικότα ὁρμῆς, ἅτε οὐ ταμιευσάμενον ἐν τῷ ἀγῶνι, καὶ ὑπὸ τοῦ ποταμοῦ κοπωθέντα μείζονος ἐρρυηκότος ἀπείρως διαβαίνοντα, καὶ ὑπό τε Ἀστεροπαίου τοῦ Παίονος ἑώρα τετρωμένον, Αἰνείαν τε συστάντα αὐτῷ καὶ μαχεσάμενον ἐπὶ πλέον, ὁπότε δὲ ἐβουλήθη ἀσφαλῶς ἀποχωρήσαντα, Ἀγήνορα δὲ οὐ καταλαβόντα ὁρμήσαντα διώκειν· καίτοι τούτῳ μάλιστα προεῖχεν ὁ Ἀχιλλεὺς ὅτι ἐδόκει τάχιστος εἶναι·
96
καταφανὴς οὖν ἐγεγόνει αὐτῷ διὰ τούτων ἁπάντων εὐάλωτος ὤν, ἅτε δεινῷ τὴν πολεμικὴν τέχνην· ὥστε θαρρῶν ἀπήντησεν αὐτῷ κατὰ μέσον τὸ πεδίον. καὶ τὸ μὲν πρῶτον ἐνέκλινεν ὡς φεύγων, ἀποπειρώμενος αὐτοῦ, ἅμα δὲ κοπῶσαι βουλόμενος, ὁτὲ μὲν περιμένων, ὁτὲ δὲ ἀποφεύγων· ἐπεὶ δὲ ἑώρα βραδύνοντα καὶ ἀπολειπόμενον, οὕτως ὑποστρέψας αὐτὸς ἧκεν ἐπʼ αὐτὸν οὐδὲ τὰ ὅπλα φέρειν ἔτι δυνάμενον, καὶ συμβαλὼν ἀπέκτεινε καὶ τῶν ὅπλων ἐκράτησεν, ὡς καὶ τοῦτο Ὅμηρος εἴρηκε. τοὺς δὲ ἵππους διῶξαι μέν φησι τὸν Ἕκτορα, οὐ λαβεῖν δέ, κἀκείνων ἁλόντων.
97
τὸ μὲν οὖν σῶμα μόλις διέσωσαν ἐπὶ τὰς ναῦς οἱ Αἴαντες. οἱ γὰρ Τρῶες ἤδη θαρροῦντες καὶ νικᾶν νομίζοντες, μαλακώτερονἐφείποντο· ὁ δὲ Ἕκτωρ ἐνδυσάμενος τὰ τοῦ Ἀχιλλέως ὅπλα ἐπίσημα ὄντα ἔκτεινέ τε καὶ ἐδίωκε μέχρι τῆς θαλάττης, ὡς ὁμολογεῖ ταῦτα Ὅμηρος. νὺξ δὲ ἐπιγενομένη ἀφείλετο μὴ πάσας ἐμπρῆσαι τὰς ναῦς. τούτων δὲ οὕτως γενομένων, οὐκ ἔχων ὅπως κρύψῃ τἀληθές, Πάτροκλον εἶναί φησι τὸν ἐπεξελθόντα μετὰ τῶν Μυρμιδόνων,ἀναλαβόντα τὰ τοῦ Ἀχιλλέως ὅπλα, καὶ τοῦτον ὑπὸ τοῦ Ἕκτορος ἀποθανεῖν, καὶ τὸν Ἕκτορα τῶν ὅπλων οὕτως κρατῆσαι.