106
ἵνα δὴ τοῦ Ἕκτορος τὴν δόξαν ἀφέλοιτο, καὶ τὸν Ἀχιλλέα φαίνεται καθῃρηκώς, καὶ πολὺ χείρωκαὶ ἀδοξότερον αὐτοῦ ποιήσας τὸν θάνατον. τέλος δὲ προάγει ἤδη τεθνηκότα τὸν Ἀχιλλέα καὶ ποιεῖ μαχόμενον· οὐκ ὄντων δὲ ὅπλων, ἀλλὰ τοῦ Ἕκτορος ἔχοντος· ἐν τούτῳ γὰρ ἔλαθεν αὐτὸν ἕν τι τῶν ἀληθῶν ῥηθέν· ἐκ τοῦ οὐρανοῦ φησι κομίσαι τὴν Θέτιν ὑπὸ τοῦ Ἡφαίστου γενόμενα ὅπλα· καὶ οὕτως δὴ γελοίως τὸν Ἀχιλλέαμόνον τρεπόμενον τοὺς Τρῶας, τῶν δὲ ἄλλων Ἀχαιῶν, ὥσπερ οὐδενὸς παρόντος, ἁπάντων ἐπελάθετο· ἅπαξ δὲ τολμήσας τοῦτο ψεύσασθαι πάντα συνέχεε. καὶ τοὺς θεοὺς ἐνταῦθα ποιεῖ μαχομένους ἀλλήλοις, σχεδὸν ὁμολογῶν ὅτι οὐδὲν αὐτῷ μέλει ἀληθείας.
107
πάνυ δὲ ἀσθενῶς καὶ ἀπιθάνως τὴν ἀριστείαν διελθών, ὁτὲ μὲνποταμῷ μαχόμενον αὐτόν, ὁτὲ δὲ ἀπειλοῦντα Ἀπόλλωνι καὶ διώκοντα αὐτόν· ἐξ ὧν ἁπάντων ἰδεῖν ἔστι τὴν ἀπορίαν αὐτοῦ σχεδόν· οὐ γάρ ἐστιν ἐν τοῖς ἀληθέσιν οὕτως ἀπίθανος οὐδὲ ἀηδής· μόλις ποτὲ τῶν Τρώων εἰς τὴν πόλιν φευγόντων, τὸν Ἕκτορα πεποίηκε πρὸ τοῦ τείχους ἀνδρειότατα ὑπομένοντα αὐτὸν καὶ μήτε τῷ πατρὶδεομένῳ μήτε τῇ μητρὶ πειθόμενον, ἔπειτα φεύγοντα κύκλῳ τῆς πόλεως, ἐξὸν εἰσελθεῖν, καὶ τὸν Ἀχιλλέα, τάχιστον ἀνθρώπων ἀεί ποτε ὑπʼ αὐτοῦ λεγόμενον, οὐ δυνάμενον καταλαβεῖν.
108
τοὺς δὲ Ἀχαιοὺς ὁρᾶν ἅπαντας ὥσπερ ἐπὶ θέαν παρόντας καὶ μηδένα βοηθεῖν τῷ Ἀχιλλεῖ, τοιαῦτα πεπονθότας ὑπὸ τοῦ Ἕκτορος καὶ μισοῦντας αὐτόν, ὥστε καὶ νεκρὸν τιτρώσκειν. ἔπειτα Δηίφοβον ἐξελθόντα τοῦ τείχους, μᾶλλον δὲ Ἀθηνᾶν παραλογίσασθαι αὐτόν, εἰκασθεῖσαν Δηιφόβῳ, καὶ τὸ δόρυ κλέψαι τὸ τοῦ Ἕκτορος ἐν τῇ μάχῃ, οὐδὲ ὅπως ἀποκτείνῃ τὸν Ἕκτορα εὑρίσκων, τρόπον τινὰ ἰλιγγιῶν περὶ τὸ ψεῦδος καὶ τῷ ὄντι ὡς ἐν ὀνείρατι μάχην διηγούμενος. μάλιστα γοῦν προσέοικε τοῖς ἀτόποις ἐνυπνίοις τὰ περὶ τὴν μάχην ἐκείνην.