116
τῶν δὲ νεῶν αἱ μέν τινες ὑφώρμουν ὑπὸ τὸ τεῖχος, αἱ δὲ ἐν τῷ πέραν ἔμενον· ἅτε γὰρ οὐδεμίαν ἐλπίδα ἔχοντες κρατήσειν, ἀλλʼ ὁμολογιῶν δεόμενοι, καθάπερ εἶπον, οὐ βεβαίως ἐπολέμουν, ἀλλʼ ἀμφιβόλως τρόπον τινὰ καὶ πρὸς ἀπόπλουν μᾶλλον τὴν γνώμην ἔχοντες. ἐνέδραις οὖν ὡς τὸ πολὺ καὶ καταδρομαῖς ἐχρῶντο. καὶ ποτε μάχης ἰσχυροτέρας γενομένης, βιαζομένων αὐτῶν τὸ φρούριον ἐξελεῖν, Αἴας τε ὑπὸ Ἕκτορος ἀποθνήσκει καὶ Ἀντίλοχος ὑπὸ τοῦ Μέμνονος πρὸ τοῦ πατρός·
117
ἐτρώθη δὲ καὶ αὐτὸς ὁ Μέμνων ὑπὸ τοῦ Ἀντιλόχου, καὶ ἀποκομιζόμενος τραυματίας τελευτᾷ κατὰ τὴν ὁδόν. συνέβη δὲ καὶ τοῖς Ἀχαιοῖς εὐημερῆσαι τότε ὡς οὐ πρότερον. ὅ τε γὰρ Μέμνων μέγα ἀξίωμα ἔχων ἐτρώθη καιρίως, τήν τε Ἀμαζόνα ἀπέκτεινε Νεοπτόλεμος καταδραμοῦσαν ἐπὶ τὰς ναῦς ἰταμώτερον καὶ πειρωμένην ἐμπρῆσαι, μαχόμενος ἐκ τῆς νεὼς ναυμάχῳ δόρατι, καὶ Ἀλέξανδρος ἀποθνῄσκει Φιλοκτήτῃ διατοξευόμενος.
118
ἦν οὖν ἀθυμία καὶ παρὰ τοῖς Τρωσίν, εἰ μηδέποτε παύσονται τοῦ πολέμου μηδὲ ἔσται μηδὲν αὐτοῖς πλέον νικῶσιν. ὅ τε Πρίαμος ἄλλος ἐγεγόνει μετὰ τὴν Ἀλεξάνδρου τελευτήν, σφόδρα ἀνιαθεὶς καὶ φοβούμενος ὑπὲρ τοῦ Ἕκτορος. πολὺ δὲ φαυλότερον ἔσχε τὰ τῶν Ἀχαιῶν Ἀντιλόχου τε καὶ Αἴαντος τεθνηκότων· ὥστε πέμπουσι περὶ συμβάσεων, φάσκοντες ἀπιέναι γενομένης εἰρήνης καὶ ὅρκων ὀμοσθέντων μηκέτι στρατεύσειν μήτε αὐτοὺς εἰς τὴν Ἀσίαν μήτε ἐκείνους ἐπὶ τὸ Ἄργος.
119
μετὰ δὲ ταῦτα ὁ μὲν Ἕκτωρ ἀντέλεγε· πολὺ γὰρ εἶναι κρείττους καὶ τὸ ἐπιτείχισμα ἔφη κατὰ κράτος αἱρήσειν· μάλιστα δὲ ἐχαλέπαινε τῇ Ἀλεξάνδρου τελευτῇ. δεομένου δὲ τοῦ πατρὸς καὶ τὸ γῆρας τὸ αὑτοῦ λέγοντος καὶ τῶν παίδων τὸν θάνατον, τοῦ τε ἄλλου πλήθους ἀπηλλάχθαι βουλομένου, τὰς μὲν διαλύσεις συνεχώρησεν· ἠξίου δὲ τοὺς Ἀχαιοὺς τά τε χρήματα διαλῦσαι τὰ δαπανηθέντα εἰς τὸν πόλεμον καὶ δίκην τινὰ ὑποσχεῖν, ὅτι μηθὲν ἀδικηθέντες ἐστρατεύσαντο, καὶ τήν τε χώραν διέφθειραν πολλοῖς ἔτεσι καὶ ἄνδρας ἀγαθοὺς ἄλλους τε καὶ Ἀλέξανδρον, οὐδὲν ὑπʼ αὐτοῦ παθόντες, ἀλλʼ ὅτι κρείττων ἐνομίσθη κατὰ μνηστείαν καὶ γυναῖκα ἔλαβεν ἐκ τῆς Ἑλλάδος τῶν κυρίων διδόντων.