123
ταύτας γὰρ μόνας ἐξαιρέτους ἐποίουν· περὶ δὲ τῶν ἄλλων οὐκ ἐβούλοντο ὀμνύειν οἱ Τρῶες οὐδὲ τοῖς Ἀτρείδαις ἔμελε. τούτων δὲ ὀμοσθέντων, ὅ τε ἵππος ὑπὸ τῶν Ἀχαιῶν ἐτελέσθη, μέγα ἔργον, καὶ ἀνήγαγον αὐτὸν οἱ Τρῶες πρὸς τὴν πόλιν καὶ τῶν πυλῶν οὐ δεχομένων, μέρος τι τοῦ τείχους καθεῖλον· ὅθεν γελοίως ἐλέχθη τὸ ἁλῶναι τὴν πόλιν ὑπὸ τοῦ ἵππου. καὶ τὸ στράτευμα ᾤχετο ὑπόσπονδον τούτῳ τῷ τρόπῳ. τὴν δὲ Ἑλένην ὁ Ἕκτωρ συνῴκισε Δηιφόβῳ, ὃς ἦν μετʼ ἐκεῖνον τῶν ἀδελφῶν ἄριστος.
124
ὁ δὲ πατὴρ αὐτοῦ τελευτᾷ πάντων εὐδαιμονέστατος, πλὴν ὅσα λελύπητο περὶ τῶν παίδων τῶν τετελευτηκότων. καὶ αὐτὸς βασιλεύσας συχνο ἔτη καὶ πλεῖστα τῆς Ἀσίας καταστρεψάμενος γηραιὸς ἀποθνῄσκει, καὶ θάπτεται πρὸ τῆς πόλεως. τὴν δὲ ἀρχὴν Σκαμανδρίῳ τῷ παιδὶ κατέλιπεν. ταῦτα δὲ ἔχοντα οὕτως ἐπίσταμαι σαφῶς ὅτι οὐδεὶς ἀποδέξεται, φήσουσι δὲ ψευδῆ πάντες εἶναι, πλὴν τῶν φρονούντων, οὐ μόνον οἱ Ἕλληνες, ἀλλὰ καὶ ὑμεῖς. ἡ γὰρ διαβολὴ σφόδρα χαλεπόν ἐστι καὶ τὸ ἐξηπατῆσθαι πολὺν χρόνον.
125
σκοπεῖτε δὲ τἀναντία πῶς ἐστι γελοῖα, ἀφελόντες τὴν δόξαν καὶ τὸ προκατειλῆφθαι· κρυφθῆναι μὲν ἐν τῷ ἵππῳ στράτευμα ὅλον, τῶν δὲ Τρώων μηθένα αἰσθάνεσθαι τοῦτο μηδὲ ὑποπτεῦσαι, καὶ ταῦτα μάντεως οὔσης παρʼ αὐτοῖς ἀψευδοῦς, ἀλλὰ κομίσαι τοὺς πολεμίους διʼ αὑτῶν εἰς τὴν πόλιν· πρότερον δὲ ἕνα ἄνδρα πάντων ἡττωμένων ἱκανὸν γενέσθαι γυμνὸν ἐπιφανέντα τῇ φωνῇ τρέψασθαι τοσαύτας μυριάδας, καὶ μετὰ τοῦτο ὅπλα οὐκ ἔχοντα, ἐκ τοῦ οὐρανοῦ λαβόντα νικῆσαι τοὺς μιᾷ πρότερον ἡμέρᾳ κρατοῦντας καὶ διώκειν ἅπαντας ἕνα ὄντα.
126
αὐτὸν δὲ ἐκεῖνον τοσοῦτον ὑπερέχοντα ἀποθανεῖν ὑπὸ τοῦ πάντων κακίστου τὴν ψυχήν, ὡς αὐτοί φασιν, ἄλλου τε ἀποθανόντος ἄλλον σκυλευθῆναι, μόνῳ δὲ ἐκείνῳ τῶν ἡγεμόνων μὴ γενέσθαι τάφον. ἄλλον δέ τινα τῶν ἀρίστων τοσαῦτα ἔτη πολεμοῦντα ὑπὸ μὲν τῶν πολεμίων μηδενὸς ἀποθανεῖν· αὑτὸν δὲ ὀργισθέντα ἀποσφάξαι, καὶ ταῦτα δοκοῦντα σεμνότατον καὶ πρᾳότατον εἶναι τῶν συμμάχων.