154
Πρίαμον δὲ τὸν βασιλέα τῆς Ἀσίας ἐν ἐσχάτῳ γήρᾳ κατατρωθέντα παρὰ τὸν τοῦ Διὸς βωμόν, ἀφʼ οὗ τὸ γένος ἦν, ἐπʼ αὐτῷ σφαγῆναι, καὶ μηδὲ τοῦτο εἰργάσθαι μηδένα τῶν ἀφανῶν, ἀλλὰ τὸν τοῦ Ἀχιλλέως υἱόν, καὶ ταῦτα ἑστιαθέντα ὑπὸ τοῦ πατρὸς αὐτοῦ καὶ σωθέντα ὑπʼ ἐκείνου πρότερον· Ἑκάβην δέ,δύστηνον τοσούτων μητέρα παίδων, Ὀδυσσεῖ δοθῆναι ἐπὶ ὕβρει, ὑπό τε τοῦ μεγέθους τῶν κακῶν πάνυ γελοίως κύνα γενέσθαι· τὸν δὲ βασιλέα τῶν Ἑλλήνων τὴν ἱερὰν κόρην τοῦ Ἀπόλλωνος, ἣν οὐδεὶς ἐτόλμησε γῆμαι διὰ τὸν θεόν, αὐτὸν ἀγαγέσθαι γυναῖκα, ὅθεν ἔδοξε τεθνηκέναι δικαίως· πόσῳ κρείττω ταῦτα μὴ γενόμενατοῖς Ἕλλησιν ἢ Τροίαν ἁλῶναι;
(11)Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας
1
ἀλλʼ ἦ τὸ λεγόμενον, ὦ ἄνδρες, ἐγὼ καὶ παρʼ ὑμῖν καὶ παρʼ ἑτέροις πλείοσι πέπονθα τὸ τῆς γλαυκὸς ἄτοπον καὶ παράδοξον πάθος; ἐκείνην γὰρ οὐδὲν σοφωτέραν οὖσαν αὐτῶν οὐδὲ βελτίω τὸ εἶδος, ἀλλὰ τοιαύτην ὁποίαν ἴσμεν, ὅταν δήποτε φθέγξηται λυπηρὸν καὶ οὐδαμῶς ἡδύ, περιέπουσι τὰ ἄλλα ὄρνεα, καὶ ὅταν γε ἴδῃ μόνον, τὰ μὲν καθιζόμενα ἐγγύς, τὰ δὲ κύκλῳ περιπετόμενα, ὡς μὲν ἐμοὶ δοκεῖ, καταφρονοῦντα τῆς φαυλότητος καὶ τῆς ἀσθενείας· οἱ δὲ ἄνθρωποί φασιν ὅτι θαυμάζει τὴν γλαῦκα τὰ ὄρνεα.
2
πῶς δὲ οὐ τὸν ταῶ μᾶλλον ὁρῶντα θαυμάζει, καλὸν οὕτω καὶ ποικίλον, ἔτι δὲ αὐτὸν ἐπαιρόμενον καὶ ἐπιδεικνύντα τὸ κάλλος τῶν πτερῶν, ὅταν ἁβρύνηται πρὸς τὴν θήλειαν, ἀνακλάσας τὴν οὐρὰν καὶ περιστήσας αὑτῷ πανταχόθεν ὥσπερ εὐειδὲς ἄντρον ἤ τινα γραφῇ μιμηθέντα οὐρανὸν ποικίλον ἄστροις, σύν γε τῷ λοιπῷ σώματι θαυμαστόν, ἐγγύτατα χρυσοῦ κυάνῳ κεκραμένου, καὶ δὴ ἐν ἄκροις τοῖς πτεροῖς οἷον ὀφθαλμῶν ἐνόντων ἤ τινων δακτυλίων τό τε σχῆμα καὶ κατὰ τὴν ἄλλην ὁμοιότητα;