23
ἆρʼ οὖν κατὰ Ἡσίοδον ἄνδρα ἀγαθὸν καὶ Μούσαις φίλον ἀρκτέον, ὡς ἐκεῖνος μάλα ἐμφρόνως οὐκ αὐτὸς ἐτόλμησενἄρξασθαι παρʼ αὑτοῦ διανοηθείς, ἀλλὰ τὰς Μούσας παρακαλεῖ διηγήσασθαι περὶ τοῦ σφετέρου πατρός; τῷ παντὶ γὰρ μᾶλλον πρέπον τόδε τὸ ᾆσμα ταῖς θεαῖς ἢ τοὺς ἐπὶ Ἴλιον ἐλθόντας ἀριθμεῖν, αὐτούς τε καὶ τὰ σέλματα τῶν νεῶν ἐφεξῆς, ὧν οἱ πολλοὶ ἀνόητοι ἦσαν· καὶ ποιητὴς σοφώτερός τε καὶ ἀμείνων ὁ παρακαλῶν ἐπὶ τοῦτο τὸ ἔργον ὧδέ πως·
24
Μοῦσαι Πιερίηθεν ἀοιδῇσι κλείουσαι, δεῦτε Δίʼ ἐννέπετε σφέτερον πατέρʼ ὑμνείουσαι, ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε ῥητοί τʼ ἄρρητοί τε, Διὸς μεγάλοιο ἕκητι· ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει, ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει, ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.
25
ὑπολαβόντες οὖν εἴπατε πότερον ἁρμόζων ὁ λόγος οὗτος καὶ τὸ ᾆσμα τῇ συνόδῳ γένοιτʼ ἄν, ὦ παῖδες Ἠλείων· ὑμεῖς γὰρ ἄρχοντες καὶ ἡγεμόνες τῆσδε τῆς πανηγύρεως, ἔφοροί τε καὶ ἐπίσκοποι τῶν ἐνθάδε ἔργων καὶ λόγων· ἢ δεῖ θεατὰς εἶναι μόνον τοὺς ἐνθάδε ἥκοντας τῶν τε ἄλλων δῆλον ὅτι παγκάλων καὶ σφόδρα ἐνδόξων θεαμάτων καὶ δὴ μάλιστα τῆς τοῦ θεοῦ θρησκείας καὶ τῷ ὄντι μακαρίας εἰκόνος, ἣν ὑμῶν οἱ πρόγονοι δαπάνης τε ὑπερβολῇ καὶ τέχνης ἐπιτυχόντες τῆς ἄκρας εἰργάσαντο καὶ ἀνέθεσαν πάντων, ὅσα ἐστὶν ἐπὶ γῆς ἀγάλματα, κάλλιστον καὶ θεοφιλέστατον, πρὸς τὴν Ὁμηρικὴν ποίησιν, ὥς φασι, Φειδίου παραβαλλομένου,
26
τοῦ κινήσαντος ὀλίγῳ νεύματι τῶν ὀφρύων τὸν ξύμπαντα Ὄλυμπον, ὡς ἐκεῖνος μάλιστα ἐναργῶς καὶ πεποιθότως ἐν τοῖς ἔπεσιν εἴρηκεν, ἦ καὶ κυανέῃσιν ἐπʼ ὀφρύσι νεῦσε Κρονίων, ἀμβρόσιαι δʼ ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπʼ ἀθανάτοιο, μέγαν δʼ ἐλέλιξεν Ὄλυμπον. ἢ καὶ περὶ αὐτῶν τούτων σκεπτέον ἡμῖν ἐπιμελέστερον τῶν τε ποιημάτων καὶ ἀναθημάτων καὶ ἀτεχνῶς εἴ τι τοιουτότροπόν ἐστι, τὴν ἀνθρωπίνην περὶ τοῦ δαιμονίου δόξαν ἁμῃγέπῃ πλάττον καὶ ἀνατυποῦν, ἅτε ἐν φιλοσόφου διατριβῇ τὰ νῦν.