36
ἀλλʼ ἦπου σφόδρα γελοῖοι καὶ ἀρχαῖοι δόξομεν ἐπὶ τοῖς λόγοις, ἐγγυτέρω φάσκοντες εἶναι τὴν τοιαύτηνξύνεσιν τοῖς θηρίοις καὶ τοῖς δένδροις ἤπερ ἡμῖν τὴν ἀπειρίαν τε καὶ ἄγνοιαν; ὁπότε ἄνθρωποί τινες σοφώτεροι γενόμενοι τῆς ἁπάσης σοφίας, οὐ κηρὸν ἐγχέαντες τοῖς ὠσίν, ὥσπερ οἶμαί φασι τοὺς Ἰθακησίους ναύτας ὑπὲρ τοῦ μὴ κατακοῦσαι τῆς τῶν Σειρήνων ᾠδῆς, ἀλλὰ μολύβδου τινὸς μαλθακὴν ὁμοῦ καὶ ἄτρωτον ὑπὸ φωνῆς φύσιν, ἔτι δὲ οἶμαι πρὸ τῶν ὀφθαλμῶν σκότος πολὺ προβαλόμενοι καὶ ἀχλύν, ὑφʼ ἧς Ὅμηρός φησι κωλύεσθαι τὸν καταληφθέντα διαγιγνώσκειν θεόν, ὑπερφρονοῦσι τὰ θεῖα, καὶ μίαν ἱδρυσάμενοι δαίμονα πονηρὰν καὶ ἄλυπον, τρυφήν τινα ἢ ῥᾳθυμίαν πολλὴν καὶ ἀνειμένην ὕβριν, ἡδονὴν ἐπονομάζοντες, γυναικείαν τῷ ὄντι θεόν, προτιμῶσι καὶ θεραπεύουσι κυμβάλοις τισὶν ἢ ψόφοις καὶ αὐλοῖς ὑπὸ σκότος αὐλουμένοις, ἧς εὐωχίας οὐδεὶς ἐκείνοις φθόνος,
37
εἰ μέχρι τοῦ ᾅδειν αὐτοῖς τὸ σοφὸν ἦν, ἀλλὰ μὴ τοὺς θεοὺς ἡμῶν ἀφῃροῦντο καὶ ἀπῴκιζον, ἐξελαύνοντες ἐκ τῆς αὑτῶν πόλεώς τε καὶ ἀρχῆς, ἐκ τοῦδε τοῦ κόσμου παντός, εἴς τινας χώρας ἀτόπους, καθάπερ ἀνθρώπους δυστυχεῖς εἴς τινας νήσους ἐρήμους· τάδε δὲ τὰ ξύμπαντα φάσκοντες ἀγνώμονα καὶ ἄφρονα καὶ ἀδέσποτα καὶ μηδένα ἔχοντα ἄρχοντα μηδὲ ταμίαν μηδὲ ἐπιστάτην πλανᾶσθαι εἰκῇ καὶ φέρεσθαι, μηδενὸς μήτε νῦν προνοοῦντος μήτε πρότερον ἐργασαμένου τὸ πᾶν, μηδὲ ὥσπερ οἱ παῖδες τοὺς τροχοὺς αὐτοὶ κινήσαντες εἶτα ἐῶσιν ἀφʼ αὑτῶν φέρεσθαι.
38
ταῦτα μὲν οὖν ἐπεξῆλθεν ὁ λόγος καθʼ αὑτὸν ἐκβάς· τυχὸν γὰρ οὐ ῥᾴδιον τὸν τοῦ φιλοσόφου νοῦν καὶ λόγον ἐπισχεῖν, ἔνθα ἂν ὁρμήσῃ, τοῦ ξυναντῶντος ἀεὶ φαινομένου ξυμφέροντος καὶ ἀναγκαίου τοῖς ἀκροωμένοις, οὐ μελετηθέντα πρὸς ὕδωρ καὶ δικανικὴν ἀνάγκην, ὥσπερ οὖν ἔφη τις, ἀλλὰ μετὰ πολλῆς ἐξουσίας καὶ ἀδείας. οὐκοῦν τό γε ἀναδραμεῖν οὐ χαλεπόν, ὥσπερ ἐν πλῷ τοῖς ἱκανοῖς κυβερνήταις οὐ πολὺ παραλλάξασι.